# De aeternitate mundi 240

Joannes Philoponus, De aeternitate mundi, Page 240. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/240

νοίας τὰ συνημμένα χωρίζειν, ἵνα κατίδωμεν, τί ποτε ἐκ θατέρου θατέρῳ πάρεστιν, καὶ κατιδόντες νοήσωμεν, τί μὲν ἀπὸ τῆς ἑαυτοῦ φύσεως ἔχει τὸ χεῖρον, τί δὲ ἀπὸ τῆς πρὸς τὸ κρεῖττον συντάξεως’. καὶ μετὰ βραχέα ‘ὅλως γὰρ ἐπειδὴ καὶ ἐν τοῖς τῇδε τὸ μὲν φθείρεσθαι δι' ἀδυναμίαν τὸ δὲ σῴζεσθαι διὰ δύναμιν ὑπάρχει, πολλῷ μᾶλλον ἐν τοῖς ἀφθάρτοις ἡ ἀφθαρσία διὰ δύναμιν <. ἡ δὲ δύναμις> δηλονότι ἄπειρον· ἡ γὰρ πεπερασμένη φθείρεται πᾶσα’. Εἰ τοίνυν, ὡς καὶ αὐτῷ δοκεῖ τῷ Πρόκλῳ, διὰ τὸ μὴ ἔχειν τὸν κόσμον ἄπειρον δύναμιν ἀνάγκη μὴ εἶναι αὐτὸν ἀεί, ἀλλὰ τὸ ἀεὶ εἶναι μᾶλλον δὲ γίνεσθαι ἐπίκτητον ἔχει ἀπὸ τοῦ ἀεὶ ὄντος, ὅσον ἐφ' ἑαυτῷ τὸ ἀεὶ εἶναι οὐκ ἔχων, ἀλλὰ γινόμενος ὢν καὶ ἀπολλύμενος, καὶ διὰ τοῦτο, εἴ τις χωρίσειεν αὐτοῦ τὸ τῆς ἀειγενεσίας καὶ τῆς ἀεικινησίας αὐτῷ αἴτιον, διὰ τὸ αὐτὸν μὴ ἔχειν ἄπειρον δύναμιν καὶ τοῦ κινεῖσθαι παῦλαν ἕξει καὶ διὰ τοῦτο καὶ τοῦ εἶναι διὰ τὸ πᾶσαν τὴν πεπερασμένην δύναμιν φθείρεσθαι, εἰ οὖν ταῦτα δοκοῦντα τῷ Πλάτωνι καὶ ὁ Πρόκλος ὡμολόγησεν, δηλονότι φθαρτὸν εἶναι φύσει τὸν κόσμον φησίν, τὴν δὲ ἀφθαρσίαν αὐτῷ ὑπὲρ φύσιν ὑπάρχειν ἀπό τινος κρείττονος χορηγουμένην δυνάμεως. εἰ δὲ φύσει φθαρτὸς ὁ κόσμος, ὡς ἐν τῷ εἰρημένῳ λόγῳ Πρόκλος ἔδειξεν, καὶ διὰ τοῦτο καὶ γενητὸς ἐξ ἀνάγκης, δῆλός ἐστιν ὁ φιλόσοφος, ὡς ἑκὼν ἡμᾶς ἐνταῦθα παραλογίζεται τόν τε τρόπον, καθ' ὃν ἄφθαρτον εἶναί φησιν τὸν κόσμον ὁ Πλάτων, παραπεμπόμενος· οὐ γάρ, εἴ τι ὑπὲρ τὴν αὑτοῦ φύσιν ὑπάρξοι τινί, τοῦτο

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
