# De aeternitate mundi 260

Joannes Philoponus, De aeternitate mundi, Page 260. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/260

γὰρ τῶν ὑπὸ σελήνην φύσει κυκλικὴν κινεῖται κίνησιν)· οὐκ ἄρα τῆς κύκλῳ κινήσεως ἀρχὴν εἶναί φησιν ὁ Πλάτων τὸ αὐτοκίνητον. ἄλλως τε ὁ μὲν Πρόκλος ἀπροαιρέτως φησὶν καὶ αὐτῷ τῷ εἶναι κινήσεως ἀρχὴν καὶ αἰτίαν εἶναι τὴν ψυχήν, τὴν δὲ κατὰ τόπον κίνησιν οὐκ ἀπροαιρέτως καὶ αὐτῷ μόνῳ τῷ εἶναι κινοῦσα ἡ ψυχὴ τὰ σώματα φαίνεται, ἀλλὰ κατ' ὄρεξιν καὶ προαίρεσιν· εἰ γὰρ αὐτῷ τῷ εἶναι ἐκίνει τοπικῶς τὰ σώματα ἡ ψυχή, συνεχὴς ἂν ἦν ἡ κίνησις καὶ οὐδέποτ' ἂν ἐν τῷ αὐτῷ τόπῳ τὰ τῶν ζῴων ἠρέμει σώματα, εἴπερ ἀεὶ μὲν τὴν κινητικὴν ἔχει δύναμιν ἡ ψυχή, ἀπροαιρέτῳ δὲ φύσεως δυνάμει κινοίη· νῦν δὲ πᾶσα ἡ κατ' εὐθεῖαν κίνησις ἐξ ἠρεμίας τε ἄρχεται καὶ εἰς ἠρεμίαν καταλήγει· οὐκ ἄρα ἀπροαιρέτως καὶ αὐτῷ τῷ εἶναι τὴν κατ' εὐθεῖαν κίνησιν κινεῖ τὰ σώματα ἡ ψυχή. εἰ δὲ ἡ κατ' εὐθεῖαν κίνησις κατὰ τόπον οὖσα κίνησις κατ' ὄρεξιν τῆς ψυχῆς καὶ προαίρεσιν γίνεται καὶ οὐκ αὐτῷ τῷ εἶναι ἀβουλήτως, ἀκόλουθον ἂν εἴη, καὶ εἴ τις κύκλῳ κίνησις ὑπὸ τῆς ψυχῆς γίνοιτο, καὶ αὐτὴν καθ' ὁρμὴν τῆς ψυχῆς καὶ προαίρεσιν, ἐπεὶ καὶ ἡ κατὰ κύκλον κίνησις κατὰ τόπον ἐστὶν κίνησις. πῶς δὲ οὐχὶ καὶ ἄλογον ἑκάστην μὲν τῶν κατὰ μέρος ψυχῶν καθ' ὁρμὴν καὶ προαίρεσιν κινεῖν τοπικῶς τὸ ὑποκείμενον αὐτῇ σῶμα, μόνην δὲ τὴν τοῦ παντὸς ψυχὴν τὸν τῆς ἀλόγου φύσεως τρόπον ἀπροαιρέτως ἀρχὴν καὶ αἰτίαν εἶναι τῆς τοῦ κόσμου κινήσεως; εἰ δὲ κατὰ προαίρεσιν τῆς ψυχῆς ἡ τοπικὴ γίνεται κίνησις, ὁ δὲ Πρόκλος φησίν, ὅτι οὐ προαιρετικῶς ἀλλ' αὐτῷ τῷ εἶναι αὐτοκίνητός ἐστιν

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
