# De aeternitate mundi 263

Joannes Philoponus, De aeternitate mundi, Page 263. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/263

σῶμα ἢ ἀμφότερα· ὁποῖον δ' ἄν τις ὑπόθοιτο, συγχωρήσει ἐξ ἀνάγκης τὴν μὲν ἀρχὴν καὶ αἰτίαν τῆς τοῦ φθαρτοῦ σώματος κινήσεως ἀίδιον εἶναι κατ' αὐτούς, αὐτὸ δὲ τὸ κινούμενον γενητὸν εἶναι καὶ φθαρτόν. οὐδεμία ἄρα ἀνάγκη, εἰ ἡ τινὸς ἀρχὴ ἀγένητος εἴη, καὶ αὐτὸ εἶναι ἀγένητον. θʹ. Εἰ δέ, καθὸ ζωοποιεῖ τὰ σώματα ἡ ψυχή, κατὰ τοῦτο κινήσεως αὐτὴν ἀρχὴν παρὰ Πλάτωνος λέγεσθαι φήσουσιν, ὅθεν ἀπροαιρέτως αὐτῷ μόνον τῷ παρεῖναι ζωοποιεῖν τὸ σῶμα καὶ διὰ τοῦτο δεῖν εἶναι πάντως τὸ ἀιδίως ὑπ' αὐτῆς ζωοποιούμενον, πρῶτον μὲν ἐπισκέψεως ἄξιον, τίς ποτέ ἐστιν ἡ ζωή, ἣν τοῖς σώμασιν ἡ ψυχὴ ἐπιφέρει, ἔπειτα δέ, εἰ ἐνδέχεται τὴν τοιαύτην ζωὴν εἶναι ἀίδιον. ἀνάγκη δήπου πᾶσα, καθὸ διαφέρει τὰ ζῶντα σώματα τῶν ἀμοιρούντων ζωῆς, τοῦτο εἶναι τὴν ζωὴν τὴν παρὰ τῆς ψυχῆς ἐπιφερομένην τοῖς σώμασιν· διαφέρει δὲ τῶν μὴ ζώντων τὰ ζῶντα σώματα τῷ αἰσθάνεσθαί τε καὶ τρέφεσθαι καὶ αὔξεσθαι καὶ γεννᾶν ὅμοια ἑαυτοῖς καὶ προσέτι ὀρέξει τε καὶ τῇ καθ' ὁρμὴν τῆς ψυχῆς τοπικῇ κινήσει· ὥστε πᾶσα ἡ σωματικὴ ζωὴ ἐν τούτοις περιείληπται. τούτων δὲ ἕκαστον ἢ δυνάμει θεωρεῖται ἐν τοῖς ζῶσιν σώμασιν ἢ ἐνεργείᾳ (δυνάμει δὲ τῇ καθ' ἕξιν δηλονότι). ὅτι μὲν οὖν οὐδεμία τῶν τοιούτων ἐνεργειῶν τῆς ψυχῆς ἀίδιός ἐστιν (οὔτε αἴσθησίς φημι οὔτε ἡ κατὰ τόπον κίνησις οὐκ αὔξησις οὐ μείωσις οὐδὲ ἄλλο τῶν ἀπηριθμημένων οὐδέν), ἐξ αὐτῆς τῆς ἐναργείας μικρῷ πρόσθεν ἡμῖν ἀποδέδεικται· ὥστε

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
