# De aeternitate mundi 270

Joannes Philoponus, De aeternitate mundi, Page 270. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/270

οὐδὲ τὸ δυνάμει αὐτῶν διαφανὲς εἰς ἐνέργειαν ἄγεται. ἀλλὰ δὴ καὶ τὰ χρώματα αὐτῷ τῷ εἶναι ἀπροαιρέτως κινητικά ἐστιν τῆς ὄψεως καὶ οἱ ψόφοι τῆς ἀκοῆς καὶ τῶν ἄλλων αἰσθητῶν ἕκαστον αἰσθήσεώς τινός ἐστιν αὐτῷ τῷ εἶναι κινητικόν, ἀλλ' οὐχ ἅμα τῷ εἶναι χρῶμα εὐθὺς καὶ ὄψιν τινὰ ὑπ' αὐτοῦ κινεῖσθαι ἀνάγκη οὐδ' ἅμα τῷ εἶναι ψόφον ἀνάγκη ἀκοήν τινα ὑπὸ τοῦ ψόφου κινεῖσθαι καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως· τὰ γὰρ ἐν βυθῷ ἢ ὑπὸ γῆν κρυπτόμενα χρώματα, ὁμοίως δὲ καὶ τὰ ἐν σκότῳ περιεχόμενα κινητικὰ μέν ἐστιν κατὰ φύσιν τῶν ὄψεων καὶ αὐτῷ τῷ εἶναι καὶ οὐ προαιρέσει κινεῖ τὰς ὄψεις, ἀλλ' ὅμως οὐδεμία ὄψις ὑπ' αὐτῶν κινεῖται· οὐ γὰρ ἐν τούτῳ ἔχει τὸ εἶναι τὰ χρώματα ἐν τῷ κινητικὰ εἶναι τῆς ὄψεως, ἀλλ' ὑφέστηκε μὲν καὶ τὸ εἶναι ἔχει, καθὸ χρώματά ἐστιν (ὅθεν, κἂν μηδέποτε ὁραθῇ, οὐδὲν ἧττόν ἐστιν χρώματα), συμβέβηκε δ' αὐτοῖς καθ' αὑτὸ τὸ κινητικὰ εἶναι τῆς ὄψεως προσβαλλούσης αὐτοῖς δηλονότι καὶ σχέσιν πρὸς αὐτὰ ἀναδεχομένης, ἣν τὸ πάσχον πρὸς τὸ ποιοῦν ἀναδέχεται· ὥσπερ οὖν τὸ ποιοῦν, πρὶν παρῇ τὸ πάσχον, δυνάμει ἐστὶν ποιητικόν (δυνάμει δέ φημι τῇ καθ' ἕξιν), οὕτω καὶ τὰ χρώματα μὴ παρούσης ὄψεως δυνάμει ἐστὶν ταύτης κινητικά. καὶ οἱ ψόφοι δὲ ἀπροαιρέτως τῆς ἀκοῆς ὄντες κινητικοί, εἰ ἐν ἐρήμῳ γίνοιντο, ἔνθα μὴ πάρεστίν τι αἰσθήσεως μετέχον, δυνάμει εἰσὶν κινητικοὶ τῆς ἀκοῆς. καὶ τὸ ὀρεκτὸν δὲ αὐτῷ τῷ εἶναι κινητικόν ἐστιν τῆς ὀρέξεως (οἷον φέρε τὸ κάλλος τοῦ ἐραστοῦ), ἀλλ' οὐχ ἅμα τῷ εἶναι τὸ ὀρεκτὸν πάντως

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
