# De aeternitate mundi 275

Joannes Philoponus, De aeternitate mundi, Page 275. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/275

παρακείμενον ἕλκει σίδηρον, ἕως ἂν ἡ ἐν αὐτῇ φυσικὴ δύναμις μὴ ἐξασθενῇ ἀλλὰ σῴζηται, καὶ τὸ ἤλεκτρον ὁμοίως τὰ κάρφη καὶ τὸ θερμὸν ἀεὶ τοῦ ὑγροῦ ἐστιν ἑλκτικὸν καὶ τὸ ψυχρὸν ἀεὶ πυκνοῖ τὰ πλησιάζοντα. εἰ δὲ ἐκεῖνο ἀεὶ κινεῖ, καὶ τὰ φθαρτὰ σώματα ἀεὶ κινηθήσεται· ὡς γὰρ κινεῖ τὸ κινοῦν, οὕτως καὶ τὸ κινούμενον κινεῖσθαι ἀνάγκη. ἀλλ' οὐκ ἀεὶ τὰ φθαρτὰ κινεῖται σώματα. εἰ οὖν μὴ ἀεὶ κινητά ἐστιν τὰ φθαρτὰ σώματα, ἀλλὰ ποτὲ μὲν κινεῖται ποτὲ δὲ ἠρεμεῖ, δηλονότι οὐδὲ ἐκεῖνο ἀεὶ κινεῖ. εἰ δὲ μὴ ἀεὶ κινῇ, οὐδὲ φυσικῇ δυνάμει· καὶ γὰρ ἄλλως οὐκέτ' ἂν ἡ ψυχὴ δι' ἐκείνου τοῦ σώματος ἐκίνει, εἴπερ φυσικῇ δυνάμει μένον ἀκίνητον ἐκίνει τὰ φθαρτὰ σώματα, ἀλλ' αὐτόθεν ἐκεῖνο ἦν τὸ πρῶτον αἴτιον τῆς τῶν φθαρτῶν σωμάτων κινήσεως, ὡς ἡ μαγνῆτις πρώτως αἰτία ἐστὶ τῆς τοῦ σιδήρου κινήσεως καὶ οὐχ ὑπὸ ψυχῆς κινουμένη κινεῖται. εἰ δὲ μὴ φυσικῇ δυνάμει κινεῖ, λείπεται κινούμενον αὐτὸ ὑπὸ ψυχῆς κατὰ τόπον οὕτως κινεῖν τὸ φθαρτὸν σῶμα, ὥσπερ ἡμίονος κινουμένη ὑπὸ ψυχῆς κινεῖ τὴν ἅμαξαν ἢ ἕτερόν τι. εἰ δὲ κινούμενον κινεῖ, ἢ ἐπ' εὐθείας κινούμενον ὑπὸ ψυχῆς οὕτω κινεῖ ἢ κύκλῳ. κύκλῳ μὲν οὖν κινεῖσθαι ἐκεῖνο τὸ σῶμα καὶ οὕτω κινεῖν ἐπ' εὐθείας τὸ φθαρτὸν ἀδύνατον· εἰ γὰρ τῷ κινεῖσθαι κινεῖ, ὤσει δηλονότι κινεῖ καὶ βίᾳ· κύκλῳ δὲ κινούμενον περὶ τὸ ἑαυτοῦ κέντρον μένον ἀκίνητον κινεῖται, ὥστε οὐ μεταβάλλει ὅλον ἐξ ὅλου τὸν τόπον. πῶς οὖν κινοῦν μεθίστησι κατ' εὐθεῖαν ἀπὸ τόπου εἰς τόπον ὅλον

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
