# De aeternitate mundi 288

Joannes Philoponus, De aeternitate mundi, Page 288. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/288

κύκλῳ δὲ κινήσεως ὁ αὐτὸς λόγος· εἰ γὰρ τῶν κυκλοφορουμένων ἐστὶν ἐκεῖνα σωμάτων, συνεχῆ πάντως καὶ ἀδιάκοπον ἕξει τὴν κύκλῳ κίνησιν· πάντα γὰρ τὰ κύκλῳ κινούμενα τοιαῦτά ἐστιν. δεικνύτωσαν οὖν, εἰ ἔστιν τις ἐν ἡμῖν κατὰ κύκλον γινομένη κίνησις· πᾶσα μὲν γὰρ ἐν τοῖς ζῴοις κίνησις αἰσθητὴ κατ' εὐθεῖαν γίνεται, οἷον ἡ τῆς καρδίας ἢ τῶν ἀρτηριῶν· συστολὴ γὰρ καὶ διαστολὴ εὐθυφορία ἐστίν· καὶ τὸ ψυχικὸν δὲ πνεῦμα διὰ τῶν οἰκείων νεύρων φερόμενον τετρημένων ἐπ' εὐθείας καὶ αὐτὸ τὴν κατ' εὐθεῖαν κινεῖται· πόθεν οὖν δεικνύειν ἔχουσιν, εἰ ἔστιν τι σῶμα ἐν ἡμῖν κατὰ κύκλον κινούμενον; εἰ δὲ ἐν τῷ φθαρτῷ γινόμενον τὸ ἀίδιον πέπαυται τῆς κύκλῳ κινήσεως, τοῦ κατὰ φύσιν πάντως ἐκπέπτωκεν· πῶς οὖν ἀίδιον; τὸ γὰρ παῦλαν ἔχον κινήσεως παῦλαν ἔχει τῆς ζωῆς, ὡς ἐν τῷ Φαίδρῳ λέγοντος ἠκούσαμεν Πλάτωνος· ὥστε, εἰ τῆς κατὰ φύσιν κινήσεως πέπαυται τὸ αὐγοειδὲς ἐν τῷ φθαρτῷ γινόμενον, καὶ ζωῆς καὶ τοῦ εἶναι πέπαυται. καὶ εἰ πάντα τὰ κύκλῳ κινούμενα σώματα καὶ καθ' ὅλα καὶ κατὰ μέρη συνεχῆ καὶ ἀδιάκοπον τὴν κύκλῳ κινεῖται κίνησιν, οὐχ οὕτω δὲ ἔχει τὸ πεπλασμένον ὑπ' αὐτῶν σῶμα, εἴπερ πέπαυται κύκλῳ κινούμενον, οὐκ ἄρα τῶν κυκλοφορουμένων ὑπάρχει σωμάτων· ὥστε οὐδὲ ἀίδιον. σκοπεῖν δὲ καὶ τοῦτο πρὸς τοῖς εἰρημένοις ἄξιον. ἑκάστῳ σώματι ἴδιόν τινα τόπον ἡ φύσις ἀφώρισεν. τὴν μὲν

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
