# De aeternitate mundi 289

Joannes Philoponus, De aeternitate mundi, Page 289. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/289

οὖν γῆν ἐν τῷ μέσῳ τοῦ παντὸς ἀφιδρύσατο, τὸ δ' ὕδωρ ἐπὶ ταύτῃ, εἶτα τὸν ἀέρα, μετ' ἐκεῖνον τὸ πῦρ, ἔξω δὲ πάντων τὸ κυκλοφορούμενον σῶμα, λέγω δὴ τὸ οὐράνιον, περιέβαλεν. ὁ αὐτὸς δέ ἐστιν κατὰ φύσιν τόπος τῷ τε παντὶ καὶ τῷ μέρει· ὁ γὰρ τῆς ὅλης γῆς κατὰ φύσιν τόπος οὗτος καὶ τῆς βώλου ἐστὶν κατὰ φύσιν, λέγω δὴ τὸ κέντρον, καὶ ὁ τοῦ παντὸς οὐρανοῦ οἰκεῖος τόπος οὗτος καὶ τοῦ μέρους κατὰ φύσιν, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. εἰ οὖν τῆς τῶν κυκλοφορουμένων ἐστὶν οὐσίας, τουτέστιν τῆς τῶν οὐρανίων, τὸ ὥς φασιν ἀίδιον σῶμα, ᾧ πᾶσαν ψυχὴν ἐπιβεβηκέναι πρώτῳ φησὶν ὁ Πρόκλος, ἀνάγκῃ δήπου καὶ τόπος αὐτῷ κατὰ φύσιν ἔσται, ὅσπερ καὶ παντὶ τῷ οὐρανίῳ ἐστίν, τουτέστιν ὁ πέριξ. οὐκοῦν ἐν τοῖς περὶ γῆν τόποις νῦν τῆς ψυχῆς διαιτωμένης καὶ τὸ φθαρτὸν ἐνταῦθα διοικούσης σῶμα ἀνάγκη καὶ τὸ ἀίδιον ἐκεῖνο σῶμα τὴν πρὸς τὸ φθαρτὸν ἀναδεξάμενον σχέσιν παρὰ φύσιν νῦν ἐν τοῖς περὶ γῆν ἐνδιαιτᾶσθαι τόποις. ἆρ' οὖν ἐπανήξουσίν ποτε ἐκεῖνα τὰ σώματα ἐπὶ τὴν οἰκείαν ὁλότητα καὶ τοῦ κατὰ φύσιν τεύξονται τόπου ἢ οὔ; εἰ μὲν οὖν μηδέποτε τῇ οἰκείᾳ ἑνοῦται ὁλότητι μήτε τοῦ κατὰ φύσιν τυγχάνουσιν τόπου, ἐν τῷ παρὰ φύσιν ἔσονται τὸν ἄπειρον χρόνον. ἀλλ' ἀδύνατον ἐν τῷ παρὰ φύσιν εἶναί τι τὸν ἄπειρον χρόνον· κρεῖττον γὰρ τὸ μὴ εἶναι τοῦ ἀεὶ ἐν τῷ παρὰ φύσιν εἶναι. οὐκοῦν τεύξονται ἐκείνης ποτὲ τῆς θέσεως καὶ τὴν αὐτὴν τοῖς οὐρανίοις χώραν ἐφέξουσιν. ὥστε καὶ πρὶν ἐνταῦθα τὴν ψυχὴν

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
