# De aeternitate mundi 291

Joannes Philoponus, De aeternitate mundi, Page 291. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/291

κυκλοφορουμένων οὐσίας αὐτὸ καὶ τῆς τῶν στοιχείων ἐξέλωσιν. εἰ δ' οὕτω τοῦτο ἔχει, ἐπειδὴ κατ' αὐτοὺς τὰ μὲν κυκλοφορούμενα σώματα ἀίδιά ἐστιν, τὰ δὲ κατ' εὐθεῖαν κινούμενα φθαρτά, ἡ δὲ ἑλικοειδὴς κίνησις μικτή τίς ἐστιν ἐξ εὐθείας καὶ κύκλου, ἀνάγκη πᾶσα, εἴπερ κατὰ φύσιν ἐκείνῳ ὑπάρχει τῷ σώματι τὸ ἑλικοειδῶς κινεῖσθαι, σύνθετον εἶναι αὐτὸ ἐξ ἀιδίου τε καὶ φθαρτοῦ σώματος· μικτὴ γὰρ ἡ ἑλικοειδὴς κίνησις ἐξ εὐθείας εἶναι καὶ κύκλου ὡμολόγηται. εἰ δὲ τοῦτο, ἢ μεταξύ πως ὂν ἑκατέρου οὔτε ἀίδιον ἔσται οὔτε φθαρτόν, ταὐτὸν δ' εἰπεῖν οὔτε φθαρτὸν οὔτε οὐ φθαρτὸν οὔτε ἀίδιον οὔτε οὐκ ἀίδιον, καὶ συναληθεύσει ἡ ἀντίφασις, ἢ τὸ μὲν αὐτοῦ ἔσται φθαρτόν, τὸ δὲ ἄφθαρτον, καὶ οὕτως πάλιν τὸ ὅλον οὐκ ἀίδιον τοῦ ἑνὸς τῶν συνθέτων φθαρέντος καὶ τοῦ ὅλου τὴν συνέχειαν λύσαντος. ἀλλὰ ταῦτα λῆρος ἂν εἴη μακρὸς καὶ φαντασίας ἀνάπλασμα μυθῶδες· οὐδὲν γὰρ ἔστιν σῶμα ὑπὸ φύσεως ἑλικοειδῆ κινούμενον κίνησιν· τὰ μὲν γὰρ ὑπὸ σελήνην πάντα βαρέα ὄντα ἢ κοῦφα τὰ μὲν ἄνωθεν κάτω τὰ βαρέα, τὰ δὲ κάτωθεν ἄνω τὰ κοῦφα φέρεται, τὰ δὲ οὐράνια πάντα καὶ καθ' ὅλα καὶ κατὰ μέρη (λέγω δὲ μέρη ἥλιον καὶ σελήνην καὶ τὰ λοιπά) ἀκριβῆ κύκλον ἐκπεριέρχεται. τί οὖν παρὰ ταῦτα σῶμα δεικνύειν ἔχουσιν ἑλικοειδῶς κατὰ φύσιν κινούμενον; εἰ γὰρ καὶ λέγεται ἡ τοῦ ἡλίου κίνησις ἕλικα γράφειν ἢ ἕτερός τις τῶν πλανωμένων, ἀλλὰ παντὶ δῆλόν ἐστιν τῷ τὰ τοιαῦτα ἐπεσκεμμένῳ, ὡς ἡ ἡμετέρα ἐπίνοια τὰς διαφόρους τῶν οὐρανίων συντιθεῖσα κινήσεις τὸ τοιοῦ-

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
