# De aeternitate mundi 293

Joannes Philoponus, De aeternitate mundi, Page 293. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/293

κατὰ τὸ ἀκόλουθον οὐδέ, εἰ τὸ σχῆμα τοῦ μεγέθους, ἐφ' οὗ ἡ κίνησις, ἢ ἡ τῆς ψυχῆς ὁρμὴ τῆς ἑλικοειδοῦς τισιν αἰτία κινήσεως γένηται, φυσικήν φαμεν τῶν σωμάτων τὴν τοιαύτην εἶναι κίνησιν· ὥστε οὐδὲν σῶμα κατὰ φύσιν ἑλικοειδῆ κινεῖται κίνησιν. οὐδὲ ἐκεῖνο ἄρα τὸ σῶμα δυνατὸν ἄνωθεν κάτω φερόμενον ἕλικα κινεῖσθαι κατὰ φύσιν. μυρία μὲν οὖν ἦν εἰπεῖν καὶ ἄλλα εἰς ἀνασκευὴν τοῦ μυθώδους τούτου σώματος· ἱκανῶν δὲ καὶ τῶν εἰρημένων ὄντων καὶ ἀδυνάτου ἀποδεδειγμένου τοῦ ἀίδιόν τι σῶμα τῆς ψυχῆς ἐξηρτῆσθαι, εἴπερ μήτε τῶν εὐθυφορουμένων σωμάτων εἶναι δύναται μήτε τῶν κυκλοφορουμένων μήτε μικτὸν ἐκ τούτων μήτε ἑτέρας φύσεως παρὰ ταῦτα, ἀλλὰ μηδὲ Πλάτωνος μηδαμοῦ τὴν περὶ τῶν τοιούτων σωμάτων εἰσηγησαμένου δόξαν, οὐδεμία ἄρα λείπεται ἀνάγκη, εἰ καὶ ἀγένητος εἴη καὶ ἄφθαρτος τοῦ κόσμου ἡ ψυχὴ κατὰ Πλάτωνα, ἤδη διὰ τοῦτο καὶ τὸν κόσμον ἀγένητον εἶναι καὶ ἄφθαρτον· ἐπεὶ καὶ τὰς ἡμετέρας ψυχὰς ἀγενήτους εἶναι καὶ ἀφθάρτους βούλεται τῶν κινουμένων ὑπ' αὐτῶν σωμάτων ἀρχὴν τοῦ εἶναι καὶ τέλος ἐχόντων. Τέλος λύσεως τοῦ ζʹ λόγου.

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
