# De aeternitate mundi 296

Joannes Philoponus, De aeternitate mundi, Page 296. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/296

τρίου προσβάλλοντος ἔξωθεν φθείρεται’. καὶ ὅτι φύσει φθαρτός ἐστιν ὁ κόσμος, κἂν μηδὲν αὐτοῦ ἔξωθεν ὑπάρχῃ. βʹ. Ὅτι, κἂν συγχωρηθείη ἀληθὲς εἶναι τὸ πᾶν τὸ γινόμενον ἔκ τινος γίνεσθαι πρότερον ἀλλοτρίου ὄντος, ἔτι δὲ καὶ τοῦ κόσμου μηδὲν εἶναι ἔξω μηδ' ἀλλότριον, οὐδὲν κωλύει γεγονέναι τὸν κόσμον. καὶ ὅτι εὐήθης αὕτη ἡ ὑπόθεσις ἡ λέγουσα, ὡς, εἴπερ γέγονεν ὁ κόσμος, ἢ ἔστιν τι αὐτοῦ ἢ ἦν ἀλλότριόν τε καὶ ἔξω. γʹ. Ὅτι οὐ πᾶν τὸ γινόμενον ἐξ ἐναντίου πάντως γίνεται. ὥστε οὐδὲ ὁ κόσμος, εἴπερ γέγονεν, ἐξ ἐναντίου πάντως γέγονεν. δʹ. Ὅτι, εἰ καὶ ἐνδέχεται τὴν ἕξιν ἀντιμεταβάλλειν εἰς τὴν στέρησιν, ἀλλ' οὖν ἐναντία Πλάτωνι διατάττεται Πρόκλος λέγων, ὡς, εἴπερ γέγονεν ὁ κόσμος ἐκ τοῦ ἀτάκτου κατὰ Πλάτωνα, <ἀκολουθήσει πάντως καὶ κατὰ φύσιν καὶ> κατὰ τὴν τοῦ θεοῦ βούλησιν τὸ πάλιν ἀντιμεταβάλλειν αὐτὸν εἰς τὸ ἄτακτον, τουτέστιν εἰς τὴν ἰδίαν στέρησιν, ἐξ ἧς γέγονεν. Λύσις τοῦ ηʹ λόγου. αʹ. Τῶν ἐλέγχων ἄριστοι εἶναι δοκοῦσιν ἐκεῖνοι, οἵτινες ἐξ ἀρχῶν ὡρμημένοι εἰσὶν αὐτοπίστων τε καὶ τοῖς ἀντιλέγουσιν προωμολογημένων. καὶ ἡμεῖς τοίνυν τὴν ἀρχὴν καὶ ῥίζαν τοῦ προκειμένου ἐπιχειρήματος (αὕτη δέ ἐστιν τὸ λαβεῖν, ὡς πᾶν τὸ φθειρόμενον ἔκ τινος ἀλλοτρίου προσβάλλοντος ἔξωθεν

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
