# De aeternitate mundi 299

Joannes Philoponus, De aeternitate mundi, Page 299. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/299

αὑτὸ πάντως καὶ ἀπολλύμενόν ἐστιν, δεθὲν δὲ ὑπὸ τοῦ ὄντος μένον ἐν τῷ γίνεσθαι τὸ ὅλον τοῦτο γινόμενόν ἐστιν διὰ τὸ εἶναι οὐκ ἀπολλύμενον, ὃ ἐκ τοῦ ὄντος παρεσπάσατο. τὸν δ' οὖν ὁρισμὸν αὐτὸ καθ' αὑτὸ τὸ γινόμενον ἀπολαβόντα καὶ ἀπολλύμενον αὐτὸ προσεῖπεν ὡς τῇ αὐτοῦ φύσει τοιοῦτον ὄν’. καὶ πάλιν ὁ αὐτὸς ἐν τοῖς ἐφεξῆς ‘ἐπειδὴ γὰρ τὸ μὲν πᾶν πεπερασμένον, τὸ δὲ πεπερασμένον ἄπειρον οὐκ ἔχει δύναμιν, ὡς ἔδειξεν, τὸ δὲ κινοῦν τὴν ἄπειρον κίνησιν ἀπείρῳ δυνάμει κινεῖ, δηλονότι τὸ ἀκίνητον αἴτιον τῆς ἀπείρου τῷ παντὶ κινήσεως αὐτὸ τὴν ἄπειρον ἔχει δύναμιν. ὥστ' ἐὰν τῷ λόγῳ χωρίσῃς ἐκείνου τὸ πᾶν, οὐ κινήσεται εἰς ἄπειρον οὐκ ἔχον δύναμιν ἄπειρον, ἀλλ' ἕξει τοῦ κινεῖσθαι παῦλαν· ἐὰν δὲ πάλιν συνάψῃς αὐτὸ ἐκείνῳ, δι' ἐκεῖνο κινήσεται <εἰς ἄπειρον. καὶ οὐδέν γε ἄτοπον δι' ἐπινοίας> τὰ συνημμένα χωρίζειν, ἵνα κατίδωμεν, τί ποτε ἐκ θατέρου θατέρῳ πάρεστιν, καὶ κατιδόντες νοήσωμεν, τί μὲν ἀπὸ τῆς ἑαυτοῦ φύσεως ἔχει τὸ χεῖρον, τί δὲ ἀπὸ τῆς πρὸς τὸ κρεῖττον συντάξεως’. καὶ μετὰ βραχέα ‘ὅλως γὰρ ἐπειδὴ καὶ ἐν τοῖς τῇδε τὸ μὲν φθείρεσθαι δι' ἀδυναμίαν τὸ δὲ σῴζεσθαι διὰ δύναμιν ὑπάρχει, πολλῷ μᾶλλον ἐν τοῖς ἀφθάρτοις ἡ ἀφθαρσία διὰ δύναμιν.

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
