# De aeternitate mundi 303

Joannes Philoponus, De aeternitate mundi, Page 303. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/303

παρεκτροπὴ διὰ τὴν ἀσθένειαν τῆς φυσικῆς ἐπιγινομένη δυνάμεως πεπερασμένης οὔσης; οὐδὲν γὰρ τῶν ὄντων αὐτὸ ἑαυτοῦ φυσικήν τινα δύναμιν φθαρτικὴν ἔχει· σωστικαὶ γὰρ τῶν ὑποκειμένων αἱ φυσικαὶ δυνάμεις εἰσίν· πάντα γὰρ τοῦ εἶναι ἐφίεται· τοῦ δ' ὑποκειμένου σῳζομένου σῴζεται καὶ ἡ ἐν αὐτῷ φυσικὴ δύναμις. εἰ δὲ ὑπὸ τῆς ἑαυτοῦ κακίας, ταὐτὸν δ' εἰπεῖν φυσικῆς ἀσθενείας πᾶν τὸ φθειρόμενον φθείρεται, ἐνδέχεται ἄρα τὸν κόσμον καὶ μηδενὸς ἔξωθεν ἀλλοτρίου προσβάλλοντος φθείρεσθαι ὑπὸ τῆς ἑαυτοῦ κακίας φθειρόμενον, τουτέστιν φυσικῆς ἀσθενείας· οὐδενὸς γάρ ἐστιν κακία τὸ ἔξωθεν αὐτοῦ ὂν καὶ ἀλλότριον· καὶ γὰρ τὰ ἔξωθεν προσβάλλοντά τε καὶ φθείροντα τῷ παρὰ φύσιν διατιθέναι τῆς φθορᾶς αὐτοῖς αἴτια γίνεται, εἴτε ἡ τοῦ περιέχοντος ἀμετρία φθορᾶς αἰτία γίνοιτο εἴτε τὰ διὰ στόματος προσφερόμενα εἴτε ὁτιοῦν ἄλλο. κἂν οὖν μηδὲν προσείη τῶν ἔξωθεν, αὐτὴ δὲ ἡ τοῦ ὑποκειμένου φυσική τε καὶ σωστικὴ δύναμις ἐξαρκεῖν ἐς ἀεὶ διὰ τὸ πεπεράνθαι μὴ δύνηται, ἀφίησι λοιπὸν εἰς φθορὰν ὁδεύειν τὸ ὑποκείμενον κἀκείνῳ συναπόλλυται, ὥσπερ κυβερνήτης στῆναι συγκαταδυομένης τῆς νεὼς μὴ δυνάμενος, ἐπειδὰν κεκμηκὼς ἀπόλλυσιν τοὺς οἴακας, οὐ χειμῶνι βιασθεὶς ἀλλὰ μὴ ἐπαρκούσης αὐτῷ τῆς δυνάμεως διὰ τὸ χρόνῳ καμεῖν. τούτου τοίνυν ἐληλεγμένου καὶ

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
