# De aeternitate mundi 318

Joannes Philoponus, De aeternitate mundi, Page 318. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/318

εἰσαγαγόντος Σωκράτη λέγοντα τὸ πᾶν, ὁτιοῦν εἴρηται Πλάτωνι, τοῦτο ὡς ἀπὸ τρίποδος εἰρημένον ἀληθὲς εἶναι νομίζειν καὶ διὰ τοῦτο τινὰ τῶν εἰρημένων τῷ ἀνδρὶ μὴ ἀληθῆ δ' εἶναι δοκοῦντα ὡς οὐδ' εἴρηται ἐπιχειρεῖν συλλογίζεσθαι· τί γὰρ θαυμαστὸν ἄνθρωπόν γε ὄντα Πλάτωνα τῆς ἀληθείας ἔσθ' ὅπῃ διαμαρτάνειν; ὅτι γὰρ τοῦτο πολλαχοῦ πέπονθεν καὶ ἐν αὐτῇ τῇ περὶ τῶν φυσικῶν πραγμάτων θεωρίᾳ (τί γὰρ δεῖ περὶ θεοῦ λέγειν;), δεικνύουσιν μὲν καὶ αἱ πρὸς αὐτὸν ἄλλων τέ τινων καὶ Ἀριστοτέλους μυρίαι ἐνστάσεις, οὐδὲν δὲ ἴσως χεῖρον καὶ ἡμᾶς ὀλίγων ἐν τῷ παρόντι μνείαν ποιήσασθαι. βʹ. Τῶν γὰρ περὶ τὰς ἀστρονομικὰς μεθόδους εὐδοκιμηκότων μάλιστα τὴν μέσην τῶν πλανωμένων σφαῖραν τὸν ἥλιον ἐπέχειν ἀποδειξάντων καὶ τούτου πᾶσιν τοῖς ἐφεξῆς συναρέσαντος Πλάτων ἐν Τιμαίῳ τὴν ἀπὸ σελήνης δευτέραν αὐτὸν ἔχειν ἀπεφήνατο τάξιν· καὶ ὡς ἥμαρτεν κατά γε τοῦτο, οὐδεὶς τῶν περὶ τὰ μαθήματα δεινῶν ἀντερεῖ. δεύτερον τὰς λογικὰς ψυχὰς κατὰ τοὺς Πυθαγορικοὺς μύθους εἰς τὰ τῶν ἀλόγων μεταμφιέννυσι σώματα· καὶ τοῦτό γε ἄλλοι τε πολλοὶ καὶ αὐτὸς ὁμολογεῖν ἀξιοῖ ὁ Πρόκλος σαφῶς ἐν τῷ τεσσαρεσκαιδεκάτῳ κεφαλαίῳ τοῦ πολλάκις μνημονευθέντος λόγου, ἐν ᾧ πρὸς Ἀριστοτέλην ὑπὲρ τοῦ Τιμαίου ἀπελογήσατο, Πλάτωνος εἶναι ταύτην καὶ οὐκ ἄλλην γνώμην ἀποφαινόμενος καὶ λύειν

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
