# De aeternitate mundi 327

Joannes Philoponus, De aeternitate mundi, Page 327. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/327

οὖν δόγματί φησιν κοινὰς δεῖν καὶ λύπας καὶ ἡδονὰς ἔχειν ἅπαντας· οὕτω γὰρ δηλονότι καὶ παῖδες κοινοὶ ἂν νομίζοιντο, οὐχ ὡς τὰ χρήματα κοινὰ καὶ αἱ γυναῖκες (τοῦτο γὰρ ἀδύνατον), ἀλλ' ὅτι ἀγνοοῦντος ἑκάστου διὰ τὴν ἀόριστον τῶν γυναικῶν μῖξιν, τίνες ἂν εἶεν οἱ αὐτοῦ παῖδες, κοινοὺς τοὺς παῖδας ὄψονται ἅπαντας καὶ τὰς ἐπ' αὐτοῖς ἡδονάς τε καὶ λύπας οἰκειώσονται. τὴν δὲ τῶν κλήρων κομψείαν οὐχ ὑπὲρ τοῦ μίαν καὶ τὴν αὐτὴν ἀεὶ λαγχάνειν ἑκάστῳ γίνεσθαι ἀξιοῖ, ὅπερ τινὲς τὸ τοῦ νόμου φαῦλον ἐπαισχυνόμενοι ἀνεπλάσαντο, ἀλλὰ σαφῶς ὑπὲρ τοῦ τοὺς μὲν ἀγαθοὺς τὰς ἀγαθὰς ἄλλοτε ἄλλην ὁ αὐτός, τοὺς δὲ φαύλους τὰς φαύλας ἀγνοοῦντας κληροῦσθαι, ὡς καὶ δι' αὐτῆς τῆς λέξεως Πλάτωνος, ἣν ἤδη φθάσαντες παρεθήκαμεν, ἔστιν ἰδεῖν, ἵνα τύχης ἔργον εἶναι τοῦτο καὶ μὴ τῆς τῶν ἀρχόντων προνοίας οἱ πολῖται νομίζοντες <μὴ> στασιάζωσιν πρὸς αὐτοὺς ὡς εἰκὸς οἱ πονηροὶ τὰς ἀγαθὰς ἔχειν βουλόμενοι. εἰ δὲ ἀεὶ τὴν αὐτὴν τῷ αὐτῷ συνεῖναι ἠβούλετο, ἅπαξ ἑκάστου μίαν κληρωθέντος καὶ τούτου δήλου γενομένου ὥσπερ καὶ νῦν παρέλκων ἂν λοιπὸν ὁ κλῆρος ἐφαίνετο· ἀλλ' οὐδαμοῦ μίαν ἑνὶ συνοικίζων φαίνεται. καὶ ἄλλως δέ· ἄτοπος ἂν καὶ ἀδύνατος ἡ τοιαύτη κομψεία φανεῖται καὶ εἰς τοὐναντίον τὴν τοῦ νόμου βούλησιν περιάγουσα, εἰ ἑκάστῳ μὲν μίαν καὶ τὴν αὐτήν, ὥς φασί τινες, συνεῖναι ἠβούλετο, λανθάνειν δὲ τοῦτο τοὺς πολίτας σπουδάζων διὰ τὸ μηδὲν ἔχειν

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
