# De aeternitate mundi 331

Joannes Philoponus, De aeternitate mundi, Page 331. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/331

τὰ εἰρημένα εἰς πίστιν τοῦ μὴ ἐπιτετευγμένως ἅπαντα εἰρῆσθαι τῷ Πλάτωνι. δʹ. Τί οὖν θαυμαστόν, εἰ καὶ ἐν τοῖς νῦν ἡμῖν προκειμένοις εἰς ἐξέτασιν δύο μαχομένων ὑποθέσεων (ἵνα τις καὶ μάχεσθαι αὐτὰς συγχωρήσειε, τήν τε θεὸν εἶναι τὸ πᾶν λέγουσαν καὶ τὴν γεγονέναι αὐτὸ καὶ μὴ ἐξ ἀιδίου εἶναι ὑποτιθεμένην) τὴν μὲν ἑτέραν ἐπιτετευγμένως ἔχειν, τὴν δὲ λοιπὴν μηκέτι; ἀλλ' ὁ τῆς ἀληθείας ἀξιῶν εἶναι Πρόκλος διδάσκαλος τὸ θεὸν εἶναι τὸν κόσμον ὡς ἀληθὲς ἀποδεξάμενος τὸ μὴ γεγονέναι αὐτὸν ἐντεῦθεν συνάγειν ἐπιχειρεῖ· καίτοι γε, εἰ καὶ ἐκ τοῦ θεὸν εἶναι τὸν κόσμον λέγεσθαι συνάγειν τις ἠδύνατο, ὡς οὐ γενητός ἐστιν, οὐκέτι κἀκεῖνο δεικνύειν ἔχει, ὡς οὐ γεγονέναι αὐτὸν καὶ μὴ ἀεὶ εἶναι ὁ Πλάτων ὑπέθετο, ὁπότε καὶ τοῦτο τῆς Ἑλληνικῆς πλάνης ἴδιον τὸ γενέσεις θεῶν ὑποτίθεσθαι. καὶ ὁ Πλάτων δὲ πολλαχοῦ μὲν φαίνεται ταῖς ὀρθαῖς περὶ θεοῦ ἐννοίαις ἑπόμενος, τὴν δὲ τῶν ποιητῶν καὶ τὴν τῶν πολλῶν περὶ θεοῦ βλάσφημον ἀθετῶν ὑπόληψιν, ἐνίοτε δ' αὖ πάλιν ὥσπερ αἰδούμενος τὴν συνήθειαν καὶ τὴν πάτριον παράδοσιν, τάχα δὲ καὶ τὸν τῶν Ἀθηναίων εὐλαβούμενος δῆμον, μὴ καὶ κατ' αὐτοῦ τὴν Σωκράτους ἐξενέγκωσι ψῆφον, ἐπὶ τοὺς μύθους ἀπολισθαίνει καὶ τῇ αὐτῇ τοῖς λοιποῖς ἀσεβείᾳ συμφέρεται. καὶ τοῦτο πολλαχόθεν μὲν ἄν τις συλλογίσαιτο, ἐναργέστατα δὲ καὶ αὐτὸς ὁ Πλάτων ἐν τῇ πρὸς Περδίκκαν ἐπιστολῇ δῆλον πεποίηκε·

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
