# De aeternitate mundi 337

Joannes Philoponus, De aeternitate mundi, Page 337. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/337

νείᾳ ἐπὶ τὸ παρὰ φύσιν ὁδόν. ἢ οὖν δειξάτωσαν, ὡς οὐ πεπερασμένης ἐστὶν δυνάμεως ὁ κόσμος ἢ ὅτι πεπερασμένη οὐ φθαρτή, ἤ, εἰ ταῦτά ἐστιν ἀληθῆ, ἀνάγκη πᾶσα καὶ τὸν κόσμον ὅσον ἐπὶ τῷ πεπερασμένῳ τῆς ἰδίας δυνάμεως δεκτικόν τε εἶναι τῆς τοῦ παρὰ φύσιν κακίας καὶ διὰ τοῦτο φθορᾷ ὑποκεῖσθαι καὶ διὰ τοῦτο μὴ εἶναι ἀγένητον· τὸ γὰρ μὴ βούλεσθαι τὸν θεὸν αὐτὸν φθείρειν οὔτε διὰ λόγου δεικνύειν ἔχουσιν τῶν εἰς τοῦτο ἐπιχειρήσεων ἐν τῷ ἕκτῳ λόγῳ ἐληλεγμένων καί, εἰ τοῦτο ἦν ἀληθές, οὐ παρὰ τοῦτο τὸ φύσει ἄφθαρτον αὐτὸν εἶναι εἰσήγετο· μὴ ὢν δὲ φύσει ἄφθαρτον ἀλλὰ φθαρτὸν καὶ γενητός ἐστιν ἐξ ἀνάγκης. ζʹ. Ἀλλὰ δὴ καὶ τὰ ἐφεξῆς τοῦ λόγου κατίδωμεν. ‘εἰ δὲ μὴ φθαρτόν’, φησί, ‘τὸ πᾶν, διότι μηδὲν ἔχῃ φθαρτικόν, οὐδὲ γενητόν ἐστιν· ἐξ οὗ γὰρ ἡ γένεσις ἑκάστῳ, τοῦτο ἑκάστῳ φθαρτικόν· κρατηθὲν μὲν γὰρ γενέσεως συναίτιον, κρατῆσαν δὲ φθορᾶς· ὥστε, εἰ μηδέν ἐστιν αὐτὸ φθεῖρον, οὐδὲν ἔχει, ἐξ οὗ ἂν γένοιτο καὶ τὰ ἑξῆς’. δείξας ὁ Πρόκλος, ὡς ἐνόμισεν, ἐκ τοῦ θεὸν εἶναι τὸν κόσμον τὸ μηδὲν ἔχειν αὐτὸν κακὸν καὶ διὰ τοῦτο μηδὲν ἔχειν φθαρτικὸν ἐκ τούτου πάλιν πειρᾶται δεικνύναι, ὡς οὐδὲ γέγονεν· τὸ αὐτὸ γάρ φησιν καὶ φθορᾶς καὶ γενέσεως αἴτιον, ἀλλὰ κρατηθὲν μὲν γενέσεως, κρατῆσαν δὲ φθορᾶς. εἴπερ οὖν φθείροιτο, φησίν, τὸ πᾶν τεταγμένον καὶ κεκοσμημένον, ὑπ' οὐδενὸς ἂν φθείροιτο ἢ ὑπὸ τῆς

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
