# De aeternitate mundi 338

Joannes Philoponus, De aeternitate mundi, Page 338. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/338

ἀταξίας τε καὶ ἀκοσμίας· αὕτη γὰρ τῷ τεταγμένῳ καὶ κεκοσμημένῳ κακόν. εἰ οὖν μηδέν ἐστιν, φησίν, τῷ κόσμῳ κακόν, οὐδ' ἂν ἔχοι μαχομένην ἀταξίαν τε καὶ ἀκοσμίαν, ἧς κρατούσης μὲν φθείρεσθαι, κρατουμένης δὲ γίνεσθαι τὸ πᾶν συμβαίνει. ἀλλ' ἐπεὶ ἐδείξαμεν ἱκανῶς, ὡς ὅτι καὶ ὁ κόσμος τοῦ παρὰ φύσιν ἐστὶν δεκτικὸς διά γε τὸ πεπερασμένον τῆς ἰδίας δυνάμεως, παρὰ φύσιν δὲ τῷ τεταγμένῳ ἡ ἀταξία καὶ τῷ κεκοσμημένῳ ἡ ἀκοσμία, ἕξει ἄρα καὶ ὁ κόσμος τὰ φθοροποιὰ ἑαυτοῦ αἴτια. ἀλλὰ μὴν τὸ τῆς φθορᾶς αἴτιον τοῦτό φησιν ὁ Πρόκλος καὶ γενέσεως εἶναι αἴτιον· ἕξει ἄρα κατὰ τοῦτο καὶ ἐξ οὗ ἂν ὁ κόσμος γένοιτο. ἐμοὶ μὲν οὖν οὐκ ἀληθὲς εἶναι δοκεῖ τὸ φθορᾶς συναίτιον τοῦτο πάντως καὶ γενέσεως εἶναι συναίτιον. ἀλλ' ἵνα μὴ παρεκβαίνοντες τὸν λόγον μηκύνωμεν, τοῦτο μὲν ἡμῖν παρείσθω· εἰ γὰρ καὶ καθόλου τὸ εἰρημένον ἀληθὲς ἦν, δεδειγμένου τοῦ ὅτι καὶ τῷ κόσμῳ ἔστιν τὸ παρὰ φύσιν καὶ τὸ τῆς φθορᾶς αἴτιον ἔστιν δηλονότι κατὰ τὴν τοῦ Πρόκλου ὑπόθεσιν καὶ τὸ τῆς γενέσεως αὐτοῦ συναίτιον. ηʹ. Ἐπειδὴ δὲ διατεθρυλημένον παρ' Ἕλλησιν ἐφεξῆς ὁ Πρόκλος κεκίνηκε λόγον— ‘μὴ ὄντος’ γάρ, φησίν, ‘ἐξ οὗ ἂν γένοιτό τινος, οὐδὲ γένοιτο ἄν· δεῖ γὰρ ἔκ τινος γίνεσθαι πᾶν τὸ γιγνόμενον, ἐκ μηδενὸς δέ τι γίνεσθαι’, φησίν, ‘ἀδύνατον’ —, φέρε πρότερον ἐπαγωνισάμενοι τῷ λόγῳ, ἵνα μὴ ἐρήμην

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
