# De aeternitate mundi 365

Joannes Philoponus, De aeternitate mundi, Page 365. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/365

τὸ μὴ ὄν· οὐ γὰρ ὅλον τοῦτο ὑπομένει τῆς ὕλης ἀεὶ μενούσης ἀλλὰ τὸ εἶδος μόνον χωρὶς γενέσεως ὑφιστάμενον καὶ χωρὶς φθορᾶς ἀπολλύμενον’. δέδεικται ἄρα καὶ διὰ λογικῆς ἀποδείξεως καὶ διὰ τῶν τοῦ Πρόκλου ῥημάτων καὶ αὐτῶν τὸ πιστὸν ἔκ τε τῆς Πλάτωνος δόξης καὶ ἐκ τῆς ἐναργείας ἐχόντων, ὡς καὶ αἱ ποιότητες καὶ τὰ ἔνυλα πάντα εἴδη καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ὑπέστη καὶ εἰς τὸ μὴ ὂν αὖθις μεθίσταται ἀπολλύμενα. οὐκοῦν ψεῦδος τὸ μηδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι μηδὲ φθείρεσθαι εἰς τὸ μηδαμῇ μηδαμῶς ὄν. βιʹ. Ἀλλ' οὔτε γίνεται τὰ εἴδη, φησί, οὔτε φθείρεται, ἀλλὰ χωρὶς γενέσεως ὑφίσταται καὶ χωρὶς φθορᾶς πάλιν ἀπόλλυται, ὡς καὶ τοῦ Πρόκλου ἐν αἷς ἀρτίως παρεθέμεθα λέξεσιν ἠκούσαμεν λέγοντος. καὶ κατασκευάσειεν ἄν τις τοῦτο τοιῶσδε. πᾶσα γένεσις ἐν χρόνῳ πάντως καὶ κινήσει θεωρεῖται, οἷον ἡ τοῦ ἀνθρώπου γένεσις· δεῖται γὰρ τοσοῦδε φέρε χρόνου, ἵνα δημιουργηθῇ τὸ ζῷον. τὰ δὲ εἴδη ἀχρόνως τε τοῖς ὑποκειμένοις ἐπιγίνεται καὶ πάλιν ἀχρόνως τῶν ἰδίων ὑποκειμένων ὑπεξίσταται, οἷον ὡς ἐν εἰκόνι τὸ τῆς οἰκίας εἶδος οὐ πρότερον ὑφίσταται, πρὶν ἂν ὁ τελευταῖος φέρε τῇ ὀροφῇ ἐπιτεθῇ κέραμος· εἰ γὰρ ἐλλείψοι οὗτος, οὐ δύναται τὸ οἰκοδόμημα τὸν τῆς οἰκίας ὁρισμὸν ἐπιδέξασθαι· εἰ γὰρ ἡ οἰκία σκέπασμά ἐστιν ἐκ λίθων καὶ ξύλων κωλυτικὸν ὄμβρων καὶ καυμάτων, λείποντος δὲ κεράμου ἑνὸς κωλυτικὸν ὄμβρων οὐκ ἔστιν, λείποντος ἄρα κεράμου ἑνὸς οὔπω τὸ τῆς

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
