# De aeternitate mundi 367

Joannes Philoponus, De aeternitate mundi, Page 367. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/367

γιʹ. Τοσαῦτα μὲν οὖν ἄν τις συνηγορήσειεν τὰς ἀφορμὰς τῶν λόγων παρ' αὐτῶν δεξάμενος εἰς τὸ δεῖξαι, ὡς ἄνευ γενέσεως καὶ φθορᾶς ἢ εἰσὶν ἢ οὔκ εἰσιν τὰ ἔνυλα εἴδη. ἡμεῖς δὲ πρῶτον μὲν εἰ καὶ τοῦτον ὡς ἀληθῆ τὸν λόγον παραδεξώμεθα, οὐδὲν μᾶλλον ἐκ τούτων δεικνύειν ἔχει τις, ὡς ἢ οὐ γέγονεν κόσμος ἤ, εἴπερ γέγονεν, ἐξ ὄντος γέγονεν· παρὰ γὰρ τὴν ὁμωνυμίαν τοῦ γίγνεσθαι τὴν ἀφορμὴν ὁ παραλογισμὸς εἴληφεν· γένεσιν γὰρ ἡμεῖς ἐπὶ τοῦ κόσμου μόνην ψιλὴν τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγὴν ὀνομάζομεν, ὥσπερ καὶ Πλάτων ἐν οἷς φησιν ‘πότερον ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν ἢ γέγονεν ἀπ' ἀρχῆς τινος ἀρξάμενος’, καὶ οὐχὶ τὴν ἐν παρατάσει χρόνου οἱονεὶ διάπλασιν αὐτοῦ καὶ οὐσίωσιν· κατὰ γὰρ τοῦτο τῆς γενέσεως τὸ σημαινόμενον μὴ γεγονέναι τὸν κόσμον ὁμολογοῦμεν· ἄχρονος γὰρ ἡ τοῦ θεοῦ δημιουργία καὶ ἀρκεῖ τὸ βούλεσθαι μόνον εἰς τὴν οὐσίωσιν ἑκάστου. μὴ οὖν παρὰ τὴν ὁμωνυμίαν ἡμῖν παρεχέτωσαν πράγματα. ἀλλ' εἴπερ καὶ αὐτοὶ συγχωροῦσιν εἶναί τινα, ἅπερ ἀίδια οὐκ ὄντα ἀχρόνως εἰς τὸ εἶναι παράγεται ὥσπερ τὰ εἴδη πάντα, καὶ οὐκ ἐξ ὄντων ἡ τούτων ὕπαρξις γίνεται, τί κωλύει καὶ τὸ πᾶν οὕτως εἰς τὸ εἶναι παρῆχθαι πρὶν μὲν γενέσθαι οὐκ ὄν, ἐκ μηδενὸς δὲ προϋποκειμένου εἰς τὸ εἶναι παρηγμένον; οὐκ ἄρα, εἰ κατὰ τοῦτο λέγοιτο γεγονέναι ὁ κόσμος, ἐξ ὄντος αὐτὸν γεγονέναι ἀνάγκη, τοὐναντίον δὲ μᾶλλον ἐκ μὴ ὄντος, εἴπερ τὰ ἀχρόνως ὑφιστάμενα πάντα ἐκ μὴ ὄντος εἰς τὸ εἶναι

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
