# De aeternitate mundi 369

Joannes Philoponus, De aeternitate mundi, Page 369. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/369

διʹ. Μήποτε δὲ οὐ καλῶς συγκεχωρήκαμεν τὸ ἄνευ γενέσεως τὰ εἴδη ἀχρόνως ὑφίστασθαι ἐν τῇ τῶν μερικῶν γενέσει, εὐεργὸν δὲ μόνον τὴν ὕλην γίνεσθαι καὶ ἐπιτηδείαν εἰς τὴν τῶν εἰδῶν ὑποδοχήν. τὴν μὲν γὰρ τοῦ εἴδους τελειότητα ἀχρόνως ὑφίστασθαι καὶ ἡμεῖς συνομολογοῦμεν, αὐτοῦ μέντοι εἶναί φαμεν τὴν γένεσιν μάλιστα· ἡ γὰρ ἐν τῇ μήτρᾳ τοῦ ἐμβρύου ζώωσίς τε καὶ διάπλασις οὐ δήπου ὕλης ἀλλ' εἴδους ἐστὶν γένεσις· ὅτι μὲν γὰρ ἔτι ἐν τῇ μήτρᾳ ὑπάρχον τὸ ἔμβρυον ζῇ τε καὶ ἀεὶ ἐπὶ τὸ τῆς ζωῆς τέλειον εἶδος πρόεισιν, παντὶ δῆλον, ὅτι δὲ οὐχ ὕλη τοῦ ζῴου ἐστὶν ἡ ζωὴ ἀλλ' εἶδος, ὕλη δὲ τὸ ὑποκείμενον καὶ ζωούμενον σῶμα καὶ κατὰ τὸν ἴδιον τῆς φύσεως τοῦ σώματος λόγον ἄψυχον καὶ ἄζωον, καὶ τοῦτο δῆλον. εἰ οὖν καὶ πρὶν τελεσφορηθῆναι τὸ ἔμβρυον ζωῆς μετέχει, εἰ καὶ ἀτελοῦς ἔτι, ἡ δὲ ζωὴ εἶδός ἐστιν τοῦ ζῴου καὶ οὐχ ὕλη, αὕτη δέ ἐστιν ἡ χρόνῳ καὶ τῇ κατὰ μικρὸν γενέσει ἐπὶ τὸ τέλειον προϊοῦσα καὶ ἐν τῇ μήτρᾳ τὸ τέλειον ἀπολαμβάνουσα, οὐκ ἄρα ἀχρόνως καὶ ἄνευ γενέσεως τὸ εἶδος ὑφίσταται. καὶ ἄλλως· αὐτός φησιν ὁ Πρόκλος ἐν τῷ ἑνδεκάτῳ λόγῳ τοῦ προκειμένου βιβλίου, ὡς εὐεργὸν ποιοῦσιν οἱ τεχνῖται τὴν μήπω οὖσαν ὕλην καί, καθόσον προκόπτουσιν εἰς τὸ ποιεῖν ὕλην, κατὰ τοσοῦτον παραγίνεται τὸ εἶδος· οὐ γὰρ οἱ λίθοι, φησίν, τοῦ εἴδους τῆς οἰκίας ὕλη, πρὶν ξεσθῶσιν καὶ ἁρμοσθῶσιν, ἀλλ' ὅταν ταῦτα προσλάβωσιν. ὅταν ἄρα, φησίν, ὡς ἀληθῶς ὕλη γένωνται, τότε πάρεστιν ἀχρόνως ἤδη τὸ εἶδος. εἰ οὖν ἀληθῶς ταῦτα λέγει ὁ

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
