# De aeternitate mundi 371

Joannes Philoponus, De aeternitate mundi, Page 371. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/371

φησὶν ὁ τούτου μαθητής· οὔτε οὖν ἄνθρωπον δεῖ λέγειν γεγονέναι ἢ γίνεσθαι, οὐχ ἵππον, οὐκ ἄμπελον, οὐ συκῆν, οὐκ ἄλλο οὐδέν· ἕκαστον γὰρ τῶν ὄντων οὐ κατὰ τὴν ὕλην κοινὴν οὖσαν πάντων ἀλλὰ κατὰ τὸ εἶδος ἔστιν τε καὶ ὀνομάζεται· εἰ οὖν μὴ γίνεται τὰ εἴδη, οὐ δεῖ λέγειν οὐκ ἀνθρώπου γένεσιν, οὐ συκῆς, οὐκ ἄλλου οὐδενός· οὐ γὰρ τῆς ὕλης ἐστὶν ταῦτα δηλωτικὰ ὀνόματα κοινῆς οὔσης ἀλλὰ τοῦ εἴδους, καθ' ὃ ἕκαστον τῶν ἄλλων διενήνοχεν. ἀλλ' οἶμαι ταῦτα γέλωτος εἶναι μᾶλλον ἢ ἀντιλογίας ἄξια· ὁρᾶται γὰρ ἐν τῇ τῶν πραγμάτων γενέσει κατὰ βραχὺ τὸ εἶδος ἀναλάμπον καὶ χρόνῳ ἐπὶ τὸ τέλειον προϊόν, ὡς ἰδεῖν ἔνεστιν ἐπί τε τῶν ὑπὸ τέχνης ἁπάντων καὶ ἐπὶ τῶν ὑπὸ φύσεως γινομένων, ὡς καὶ ἐπὶ τῶν ζωοποιουμένων ἐμβρύων καὶ ἀεὶ ἐπὶ τὸ τέλειον εἶδος τῆς ζωῆς προϊόντων ἐδείξαμεν. ειʹ. Εἰ δ', ὅτι ἡ τοῦ εἴδους τελειότης ἀχρόνως ὑφίσταται, διὰ τοῦτο οὔτε γίνεσθαι φήσουσιν τὰ εἴδη οὔτε ἐν χρόνῳ φοιτᾶν ἐπὶ τὰ ὑποκείμενα, ἀναιρείτωσαν καὶ τὴν τῆς ὕλης γένεσιν καὶ πᾶσαν γένεσιν. εἰ γὰρ οἱ λίθοι καὶ τὰ ξύλα οὐ πρότερον τῆς οἰκίας εἰσὶν ὕλη, ὡς ἐν οἷς παρεθέμεθα φησὶν ὁ Πρόκλος, πρὶν ξεσθῶσιν καὶ ἁρμοσθῶσιν, ἀλλ' ὅταν ταῦτα προσλάβωσιν, τότε ὡς ἀληθῶς ὕλη γεγόνασιν, τότε δὲ καὶ τὸ εἶδος ἀχρόνως ἤδη πάρεστιν, οὐκ ἄρα, πρὶν τὸ εἶδος παραγένηται, κυρίως εὐεργὸς ὕλη τῆς οἰκίας εἰσὶν οἱ λίθοι καὶ τὰ ξύλα. ὥστε καὶ τὸ κυρίως ὕλη εἶναι ἀχρόνως αὐτοῖς παραγίνεται, ὅτε καὶ τὸ εἶδος·

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
