# De aeternitate mundi 373

Joannes Philoponus, De aeternitate mundi, Page 373. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/373

γενέσεως ἐδεῖτο. εἰ δ' ὅλως διαιρεῖν ταῦτα δεῖ (τὴν τῆς ὕλης γένεσιν λέγω καὶ τοῦ εἴδους), ὁπηνίκα μὲν τέμνῃ τε καὶ ξέῃ τοὺς λίθους καὶ τὰ ξύλα, καὶ τὸ τηνικαῦτα ὕλην ἐργάζεται εὐεργὸν ποιῶν, ὅταν δὲ ἤδη συντίθησί τε καὶ ἁρμόζει ταῦτα ἀλλήλοις, τότε κυρίως τὸ εἶδος τῆς οἰκίας ὑφίστησιν. καὶ καθόλου δ' εἰπεῖν, εἰ τὸ ἀχρόνως ἀπολαμβάνον τὴν ἑαυτοῦ τελειότητα οὐ γίνεται, ἀναιρεθήσεται πᾶσα γένεσις· εἰ γὰρ τὸ γιγνόμενον ἐν χρόνῳ γίγνεται καὶ οὐ πρότερον τὴν τελείαν ὕπαρξιν λαμβάνει, πρὶν ὁ ὡρισμένος τῇ γενέσει συμπερανθῇ χρόνος, ἄχρονον δὲ τὸ τοῦ χρόνου συμπέρασμα τὸ νῦν, πᾶν ἄρα τὸ γινόμενον ἀχρόνως τὴν καθὸ γίνεται τελειότητα ἀπολαμβάνει· πᾶν δὲ τὸ τὴν ἑαυτοῦ τελειότητα ἀχρόνως ἀπολαμβάνον, ὥς φασιν, οὐ γίνεται· οὐδὲν ἄρα τῶν γινομένων γίνεται. ὥστε ἀναιροῖτο ἂν ἐκ τῶν ὄντων ἡ γένεσις. ϛιʹ. Εἰ οὖν ταῦτα ἄτοπα, οὐκ ἄρα <τὸ> ἀχρόνως τὴν ἑαυτοῦ τελειότητα ἀπολαμβάνον οὐ γίνεται, οὐδ' ἄρα διὰ τὸ ἀχρόνως τὴν τελειότητα τῶν εἰδῶν τοῖς ὑποκειμένοις παραγίνεσθαι οὐδὲ γίνεσθαι τὰ εἴδη φήσομεν. ὅτι δὲ οὐ μόνον ἡ προσεχὴς ὕλη ἀλλὰ καὶ τὰ εἴδη ὑπό τε τῶν δημιουργῶν καὶ ὑπὸ τῆς φύσεως γίνεται, δῆλον καὶ ἐντεῦθεν. ἐνδέχεται τὸν αὐτὸν λίθον καθ' ἓν καὶ τὸ αὐτὸ σχῆμα ξεόμενον οἷον φέρε εἰπεῖν τετραγωνιζόμενον καὶ ὡς ὕλην οἰκίας τετραγωνίζεσθαι καὶ ὡς αὐτὸ μόνον εἰς καθέδραν ἐσόμενον ἐπιτήδειον. εἰ οὖν τις μὴ ὡς ὕλην οἰκίας τετραγωνίζοι τὸν λίθον ἀλλ' ἁπλῶς, ἵνα βάθρον ἢ καθέδρα

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
