# De aeternitate mundi 378

Joannes Philoponus, De aeternitate mundi, Page 378. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/378

πρῶτον μὲν οὐκ ἐξ ὄντος μόνου τῆς ὕλης ἀλλὰ καὶ ἐκ μὴ ὄντος τοῦ εἴδους τὸ σύνθετον γίνεται, εἴπερ ἐξ ὕλης καὶ εἴδους τὰ σύνθετα σύγκειται· ὥστε καὶ φθείρεται πάλιν εἰς ὄν τε καὶ μὴ ὄν. διὰ τί οὖν τὸ ἥμισυ ἀποτεμόντες φασὶ τὸ σύνθετον ἐξ ὄντος γίνεσθαι καὶ μηδὲν γίνεσθαι ἐκ μὴ ὄντος; εἰ γὰρ ὡς γινόμενον σύνθετον λάβωμεν, ἐξ ὕλης καὶ εἴδους γινόμενον ὁρᾶται, ὧν τὸ μὲν ἦν πρὸ τῆς συνθέσεως, ἡ ὕλη, τὸ δὲ οὐκ ἦν, τὸ εἶδος· ὥστε καὶ ἡ γένεσις ἐξ ὄντος καὶ οὐκ ὄντος καὶ ἡ φθορὰ εἰς ὂν καὶ μὴ ὄν. δεύτερον εἰ τὸ γινόμενον μήτε ὕλη ἐστίν, διότι καὶ ἡ ὕλη κατ' αὐτοὺς ἀγένητός ἐστιν καὶ ἄφθαρτος, μηδὲ τὸ εἶδος διὰ τὸ ἄνευ γενέσεως καὶ φθορᾶς, ὥς φασιν, ἢ εἶναι τοῦτο ἢ μὴ εἶναι, σύγκρισις ἄρα μόνον ἐστὶν τῶν ἁπλῶν ἡ γένεσις καὶ ἡ φθορὰ πάλιν διάκρισις. οὐσίας δὲ οὐδεμία σύγκρισις, ὥσπερ ἐπὶ σωροῦ σπερμάτων ἢ λίθων ἢ τοιούτων τινῶν οὐκ οὐσίας τινὸς ὕπαρξίς ἐστιν ὁ σωρὸς ἀλλὰ σύνθεσις μόνον εἰ τύχοι τῶν τοῦ σίτου κόκκων· καὶ συμβαίνει τὸν Ἐμπεδοκλέους λόγον εἶναι ἀληθῆ ‘φύσις οὐδενός ἐστιν’ λέγοντα ‘ἀλλὰ μῖξίς τε διάλλαξίς τε μιγέντων’. ἀλλ' ἱκανῶς ἐν τοῖς περὶ γενέσεως καὶ φθορᾶς τὴν δόξαν ταύτην Ἀριστοτέλης ἀπήλεγξεν. εἰ οὖν μὴ σύνθεσις μόνον ἡ γένεσις, οὐδὲ τὸ γινόμενον ἄρα ᾗ σύνθετόν ἐστιν μόνον γίνεται. εἰ δὲ μὴ μόνον συνθέσεώς ἐστιν γένεσις, ἀλλ' ἔστιν τις ἐν τῇ τοῦ συνθέτου γενέσει καὶ οὐσίας γένεσις, ἐν δὲ τῷ συνθέτῳ παντὶ οὐδὲν ἕτερον θεωρεῖται παρὰ τὴν ὕλην καὶ τὸ εἶδος, ἀνάγκη

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
