# De aeternitate mundi 379

Joannes Philoponus, De aeternitate mundi, Page 379. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/379

πᾶσα ἢ τῆς οὐσίας τῆς κατὰ τὸ εἶδος εἶναι τὴν γένεσιν ἢ τῆς κατὰ τὴν ὕλην ἢ τοῦ ἐξ ἀμφοῖν. ἀλλ' ἡ ὕλη οὔτε γίνεται οὔτε φθείρεται· οὐκ ἄρα τῆς ὕλης ἡ γένεσίς ἐστιν, οὐκοῦν οὐδὲ τοῦ συναμφοτέρου· οὕτω γὰρ ἂν πάλιν ἡ ὕλη γίνοιτο, εἴπερ τὸ ἐξ ἀμφοῖν (τὸ σύνθετόν φημι) καθ' ὅλον αὐτὸ γίνοιτο, τουτέστιν καὶ κατὰ τὴν ὕλην καὶ κατὰ τὸ εἶδος. λείπεται ἄρα μόνου τοῦ εἴδους εἶναι τὴν γένεσιν. ὥστε γίνεται μὲν σύγκρισίς τις τῶν ἁπλῶν καὶ σύνθεσις, πολλῷ δὲ πρότερον καὶ τῆς οὐσίας τῆς κατὰ τὸ εἶδός ἐστιν γένεσις· τῷ γὰρ ταύτην ἐν τῇ ὕλῃ γίνεσθαι διὰ τὸ καθ' ἑαυτὴν ὑποστῆναι μὴ δύνασθαι συμβαίνει καὶ τὸ σύνθετον γίνεσθαι· ὥσπερ ἂν εἰ καὶ ἐπὶ τοῦ ἀνδριάντος τῆς γενέσεως συνθέτου εἶναι γένεσιν λέγοι τις (λέγω δὴ τοῦ συγκειμένου ἔκ τε τοῦ χαλκοῦ καὶ τῆς τοιᾶσδε μορφῆς), ἀλλὰ δηλονότι προηγουμένως τῆς τοιᾶσδε μορφῆς ἐστιν ἐν τῷ χαλκῷ ὑφισταμένης ἡ γένεσις, διὰ δὲ τὸ μὴ δύνασθαι τὴν μορφὴν αὐτὴν καθ' αὑτὴν ἄνευ ὕλης ὑποστῆναι συμβαίνει καὶ τὸ σύνθετον ὡς σύνθετον γίνεσθαι. ὥστε κυρίως μὲν τῶν εἰδῶν ἐστιν ἡ γένεσις ἐπί τε τῶν ἐκ φύσεως καὶ ἐπὶ τῶν ὑπὸ τέχνης γενομένων, ἐκ παρεπομένου δὲ διὰ τὸ μὴ εἶναι χωριστὰ ὕλης τὰ τοιαῦτα εἴδη ἅμα κατὰ ταὐτὸν συμβαίνει καὶ τὸ σύνθετον γίνεσθαι. οὐκ ἄρα πρώτως τοῦ συνθέτου ἐστὶν ἡ γένεσις. τούτων οὕτως ἀποδεδειγμένων, ὅτι τὰ κυρίως γινόμενά εἰσιν τὰ ἔνυλα εἴδη καὶ ὅτι ταῦτα, ὡς καὶ αὐτοὶ ὁμολογοῦσιν, ἔκ τε τοῦ μὴ ὄντος ὑφίστανται καὶ εἰς

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
