# De aeternitate mundi 380

Joannes Philoponus, De aeternitate mundi, Page 380. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/380

τὸ μὴ ὂν αὖθις φθειρόμενα ἀναλύεται, ἔξεστιν ἄρα καὶ ἡμῖν τεθαρρηκότως αὐτοῖς ἀντιφθέγγεσθαι, ὡς οὐδὲν τῶν γινομένων, καθὸ κυρίως γίνεται, ἐξ ὄντος γίνεται οὐδὲ τῶν φθειρομένων οὐδέν, καθὸ φθείρεται, εἰς ὂν ἀναλύεται, ἀλλ' ἔκ τε τοῦ μηδαμῇ μηδαμῶς ὄντος ἡ γένεσις καὶ ἡ φθορὰ πάλιν εἰς τὸ μηδαμῇ μηδαμῶς ὄν ἐστιν ἀνάλυσις· οὗπερ γὰρ κυρίως ἐστὶν ἡ γένεσις, τούτου ἐστὶν καὶ ἡ φθορὰ ἐξ ἀνάγκης· οὐκοῦν, εἰ τοῦ εἴδους ἡ γένεσις, τούτου πάντως καὶ ἡ φθορὰ ἂν εἴη. ψευδοῦς τοίνυν ἀπεληλεγμένου τοῦ πολυθρυλήτου τούτου παρ' Ἕλλησιν ὡς ἂν αὐτοὶ φαῖεν ἀξιώματος τοῦ πᾶν τὸ γινόμενον ἐξ ὄντος γίνεσθαι, ἀληθοῦς δὲ μᾶλλον ὄντος τοῦ μηδὲν τῶν γινομένων, καθὸ γίνεται, ἐξ ὄντος γίνεσθαι οὐδὲ τὸν κόσμον ἄρα, εἰ γέγονεν, ἐξ ὄντος ἀνάγκη γεγονέναι, ἵνα τὰ τούτῳ ἑπόμενα ὡς ἀδύνατα φυγόντες ἀγένητον αὐτὸν λέγειν ἀναγκαζόμεθα. Τέλος λύσεως τοῦ θʹ λόγου. Πρόκλου διαδόχου λόγος δέκατος. "Δέκατος· ἕκαστον τῶν τοῦ κόσμου στοιχείων, ἐξ ὧν ἐστιν, ἐν τῷ οἰκείῳ τόπῳ ὂν ἢ μένει ἢ κύκλῳ κινεῖται· <τότε γὰρ ἐπ' εὐθὺ κινεῖται,> ὅταν μὴ ἐν τῷ οἰκείῳ τόπῳ ᾖ, σπεῦδον εἰς ἐκεῖνον ἐλθεῖν. εἰ

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
