# De aeternitate mundi 387

Joannes Philoponus, De aeternitate mundi, Page 387. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/387

ὁλότητι συνημμένα μέρη τὸν οἰκεῖον καὶ κατὰ φύσιν ἐπέχει τόπον; καὶ αὐτὸς γὰρ ἐν τούτοις ὁ Πρόκλος αὐτὸ τοῦτο εἰδὼς ἀκριβῶς ἐπὶ λέξεώς φησιν ὡς ὅτι ‘τὰ τῇδε μεταβάλλει ἐν τόπῳ ἀλλοτρίῳ ὄντων τῶν, ἐξ ὧν ἐστιν, καὶ τὸν οἰκεῖον καταλαβεῖν σπευδόντων’ καὶ ὅτι ‘τότε ἐπ' εὐθὺ κινεῖται, ὅταν μὴ ἐν τῷ οἰκείῳ τόπῳ ᾖ σπεύδοντα εἰς ἐκεῖνον ἐλθεῖν’ καὶ ὅτι ‘πάντως ἐν τόπῳ ἐστὶν σώματα ὄντα’ καὶ ὅτι ‘εἴπερ ἔστιν τις παρὰ φύσιν τόπος τινί, πολλῷ πρότερόν ἐστιν τούτῳ καὶ ὁ κατὰ φύσιν· τὸ γὰρ παρὰ φύσιν ἔκστασίς ἐστιν τῆς φύσεως, ἧς μηδ' ὅλως οὔσης οὐδ' ἂν τὸ παρὰ φύσιν εἴη· τὸ γὰρ παρ' ὁτιοῦν ὄν’, φησίν, ‘ὄντος ἐκείνου εἴη ἄν’. εἰ οὖν τὰ κατ' εὐθεῖαν κινούμενα πάντα ἢ μέρη ἐστὶν τῶν στοιχείων ἢ τὰ ἐκ τούτων συγκείμενα, ταῦτα δὲ ἐν ἀλλοτρίῳ ἐστὶν τόπῳ, τὰ δὲ ἐν ἀλλοτρίῳ τόπῳ ὄντα ἐκστάντα τοῦ οἰκείου καὶ κατὰ φύσιν τόπου ἐν τῷ ἀλλοτρίῳ γέγονεν, ἔστιν ἄρα καὶ τοῖς μέρεσιν τῶν στοιχείων οἰκεῖός τις καὶ κατὰ φύσιν τόπος. πάλιν δ' αὖ εἰ τὰ ἐν ἀλλοτρίῳ τόπῳ ὄντα ἐπ' εὐθὺ κινεῖται σπεύδοντα ἐκ τοῦ ἀλλοτρίου ἐπὶ τὸν οἰκεῖον ἐλθεῖν τόπον, τὸ μὲν πῦρ ἄνω, ἡ δὲ γῆ κάτω, σπεύδει δὲ ἐπὶ τὴν ἑαυτοῦ ὁλότητα ἕκαστον, τὸ ἄρα ἐν τῇ ἑαυτοῦ ὁλότητι ὂν καὶ ἐν τῷ κατὰ φύσιν ἐστὶν τόπῳ. καὶ ἐξ ὧν ἄρα ὁ Πρόκλος ἡμῖν δίδωσιν λέγειν δῆλόν ἐστιν, ὡς ὁ τοῦ παντὸς ὕδατος τόπος οὗτος καὶ τοῦ μέρους ἐστὶν κατὰ φύσιν καὶ ὁ τοῦ παντὸς πυρὸς οὗτος καὶ τοῦ μέρους ἐστὶν κατὰ

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
