# De aeternitate mundi 389

Joannes Philoponus, De aeternitate mundi, Page 389. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/389

τοῦ παντὸς μὴ ὄντων ἀμεταβλήτως κατὰ φύσιν οὐδ' ἂν τὸ πᾶν εἴη κατὰ φύσιν ἀμετάβλητον· τοῦ γάρ, ἐξ οὗ σύγκειταί τι, μεταβλητοῦ ὄντος καὶ αὐτὸ μεταβλητὸν ἔσται ἐξ ἀνάγκης· οὐ γὰρ δὴ τῶν στοιχείων μεταβαλλόντων τὸ ἐξ αὐτῶν ἀμετάβλητον διαμένειν οἷόν τε. ἅμα δὲ καὶ πάλιν διὰ τούτων δέδεικται, ὅτι καὶ τὰ ἐν τῇ ὁλότητι ἑαυτῶν ὄντα τὸν οἰκεῖον καὶ κατὰ φύσιν ἔχει τόπον, εἴπερ ἐκστάντα τῆς οἰκείας ὁλότητος <ἐν> τοῖς παρὰ φύσιν γίνεται τόποις· τὸ δὲ ἐν τῷ παρὰ φύσιν τόπῳ γενόμενον τοῦ κατὰ φύσιν ἐξέστη· τὸ ἄρα τῆς οἰκείας ἐκστὰν ὁλότητος καὶ ἐκ τοῦ κατὰ φύσιν τόπου ἐξέστη· ὥστε τὸ ἐν τῇ οἰκείᾳ ὁλότητι ὂν καὶ ἐν τῷ κατὰ φύσιν ἐστὶν τόπῳ. ὁ αὐτὸς ἄρα τοῦ ὅλου καὶ τοῦ μέρους ἐστὶν κατὰ φύσιν τόπος. γʹ. Ἄνωθεν δὲ ἴσως διορθοῦντας τὸν λόγον πυθέσθαι τοῦ φιλοσόφου ἄξιον, πῶς φησιν πᾶν τὸ μεταβάλλον ἐν ἀλλοτρίῳ τόπῳ ὂν μεταβάλλειν καὶ διὰ τοῦτο ἐν τῷ κατὰ φύσιν νῦν τόπῳ τὰ στοιχεῖα μένοντα καὶ αὐτὰ καὶ τὸ ἐξ αὐτῶν ἀμετάβλητον εἶναι. πότερον γὰρ μεταβολήν φησιν τὴν κατὰ τόπον ὡς μηδέποτε τὰ ἐν τῷ κατὰ φύσιν ὄντα τόπῳ ἐξίστασθαι τούτου καὶ ἐπὶ τὸν παρὰ φύσιν γίνεσθαι ἢ καθ' ἕτερον μεταβολῆς εἶδος, ὅτι τυχὸν τὰ ἐν τῷ οἰκείῳ ὄντα τόπῳ οὔτε ἀλλοιοῦται οὔτε αὔξεται οὔτε φθίνει οὔτε γίνεται οὔτε φθείρεται; ἀλλ' ὅπερ ἂν εἴποι, καὶ ὑπὸ τοῦ λόγου καὶ ὑπ' αὐτῆς τῆς τῶν πραγμάτων ἐναργείας ἐλέγχεται. εἰ μὲν οὖν κατὰ τόπον φησὶν

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
