# De aeternitate mundi 396

Joannes Philoponus, De aeternitate mundi, Page 396. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/396

ἀμετάβλητόν τε καὶ ἄφθαρτον καὶ αὐτὸ καὶ τῶν εἰρημένων μερῶν ἕκαστον; οὐ γὰρ ὁρᾶται, ἔστ' ἂν εἴη, τὸ ζῷον κατὰ τὸν εἰρημένον μεταβάλλον τρόπον. ἀλλὰ δῆλον, κἂν μὴ ὁρᾶται, ἐν τῷ ζῴῳ ὅλον ἕκαστον τῶν μερῶν μεταβάλλον, ἕως ἂν ᾖ τὸ ζῷον. ἀλλ' οὖν ἡ τῶν μερῶν τροπὴ καὶ ἀλλοίωσις φθορά τε καὶ γένεσις ἀπόδειξίς ἐστιν μεγίστη τοῦ καὶ τὸ ὅλον ποτὲ τὰ αὐτὰ τοῖς οἰκείοις πήσεσθαι μέρεσιν. οὕτω δὴ οὖν ἀνάγκη καὶ ἐπὶ τοῦ κόσμου, ἕως ἂν ᾖ ὁ κόσμος, μήτε αὐτὸν καθ' ὅλον αὐτὸν τρέπεσθαι μήτε τῶν κυρίων μερῶν αὐτοῦ μηδέν· ἡ γὰρ ὅλου τοῦ μέρους φθορὰ καὶ τοῦ παντὸς ἐξ ἀνάγκης φθορὰν ἐργάζεται· ἐκ γὰρ τῆς πάντων κράσεως καὶ συμφωνίας ὁ κόσμος συνέστηκεν. ἀλλὰ κἀνταῦθα πάλιν ἡ κατὰ μόρια τῶν στοιχείων ἑκάστου μεταβολὴ γένεσίς τε καὶ φθορὰ καὶ τῆς ὅλου ἑκάστου στοιχείου φθορᾶς καὶ τοῦ ἐκ τούτων συγκειμένου κόσμου ἐναργῆ τὴν ἀπόδειξιν ἔχει τοῖς μὴ παντελῶς ἀγνώμοσιν καὶ τῆς ἀληθείας ἐπίπροσθεν τὴν οἰκείαν ποιουμένοις πρόληψιν. εʹ. Ἀλλ' οὐδὲ τὸ τὰ οὐράνια κατὰ τόπον μόνον μεταβάλλειν κατ' ἄλλο δὲ μηδὲν μεταβολῆς εἶδος τοῦτο θράττειν ὀφείλει τοὺς προκεκρατημένους τῇ περὶ τῆς ἀιδιότητος τοῦ κόσμου ὑπολήψει. τὴν μὲν γὰρ ἀκριβῆ περὶ τούτου ἐξέτασιν ἐν τοῖς πρὸς Ἀριστοτέλην, εἰ ἐπινεύσοι θεός, ποιησώμεθα· νυνὶ δὲ τοσοῦτον ἐροῦμεν, ὅτι καὶ ἐν τοῖς τῶν ζῴων σώμασιν τὸ μάλιστα κυριώτατον τῶν μερῶν ἡ καρδία, ἐξ ἧς τὸ ζωτικὸν

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
