# De aeternitate mundi 4

Joannes Philoponus, De aeternitate mundi, Page 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/4

ὥστε οὔτε τῶν γεγενημένων πάντων οὔτε τῶν ἐσομένων ἕξει τὴν γνῶσιν ὁ θεός· εἰ γὰρ ἕξει, ἢ οὐκ ἔσται ὁ κόσμος ἀγένητός τε καὶ ἄφθαρτος, ἵνα μὴ ἄπειρα εἴη καὶ τὰ γεγενημένα καὶ τὰ ἐσόμενα, ἢ οὐ πεπερασμένῃ δυνάμει γινώσκει τὰ ὄντα ὁ θεός· εἰ δὲ τοῦτο, οὐδὲ δημιουργεῖ πεπερασμένῃ. εἰ τοίνυν τῶν δύο τῶν εἰρημένων ὑποτεθεισῶν ὑποθέσεων (τῆς τε λεγούσης μίαν μὲν εἶναι καὶ ἁπλῆν τὴν τοῦ θεοῦ δύναμιν, πεπερασμένῃ δὲ δυνάμει δημιουργεῖν τὸν θεὸν καὶ τῆς πολλὰς μὲν δυνάμεις ἔχειν τὸν θεὸν ὑποτιθεμένης, οὐδεμίαν δὲ ἄπειρον) τὰ ἀτοπώτατα ἠκολούθησεν (τό τε μὴ εἶναι τὸν θεὸν αἰώνιον ἀλλ' ὑπὸ χρόνον καὶ τὸ ἄλλου δεῖσθαι τοῦ τὴν ἐς ἀεὶ διαμονὴν αὐτῷ χορηγοῦντος, οὐδὲ ἐκείνου τὴν αὐτὴν ἀτοπίαν ἐκφεύγοντος, καὶ ἔτι τὸ μήτε τῶν γενομένων μήτε τῶν ἐσομένων ἔχειν γνῶσιν τὸν θεόν, συγχωρουμένου τοῦ εἶναι τὸν κόσμον ἀγένητον κατ' αὐτοὺς καὶ ἄφθαρτον), οὐδεμία ἄρα τούτων τῶν ὑποθέσεων ἀληθὴς ἔσται. ἔτι τρεῖς ὑπολείπονται ὑποθέσεις· ἢ γὰρ μία μέν ἐστιν ἡ τοῦ θεοῦ δύναμις, ἀπείρῳ δὲ δυνάμει πάντα ἐνεργεῖ τε καὶ ποιεῖ (εἴτε δημιουργεῖν λέγοιτο εἴτε προνοεῖν εἴτε γινώσκειν εἴθ' ὅτι καὶ ἄλλο) ἢ πολλαί εἰσιν δυνάμεις καὶ ἑκάστη ἄπειρος ἢ πολλαὶ καὶ τούτων αἱ μὲν ἄπειροι αἱ δὲ πεπερασμέναι. εἰ μὲν οὖν αἱ μὲν εἶεν ἄπει-

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
