# De aeternitate mundi 410

Joannes Philoponus, De aeternitate mundi, Page 410. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/410

μὲν οὖν οἱ ἀπὸ Πυθαγόρου καὶ Πλάτωνος· τῶν δὲ ἀπὸ τῆς Στοᾶς οἱ πλεῖστοι πρὸς τῇ ὕλῃ τὸ τριχῇ διαστατὸν εἶναι ὑπέθεντο. τὰ μὲν οὖν περὶ τῆς ὕλης παρὰ τῶν εὐδοκίμων μάλιστα λεγόμενα ὡς συντόμως εἰπεῖν ταῦτά ἐστιν. βʹ. Ὅτι δέ ἐστιν αὐτὸ τοῦτο ἕν τι καὶ κοινὸν πᾶσιν τοῖς φυσικοῖς εἴδεσιν ὑποκείμενόν τε καὶ ὕλη ἀμετάβλητον αὐτὸ ὂν καὶ ἀσώματον, τοιοῖσδε λόγοις κατασκευάζουσιν. πάντα τὰ φυσικὰ σώματα τά τε στοιχεῖα καὶ τὰ ἐκ τούτων συγκείμενα εἰς ἄλληλα ὁρῶμεν μεταβάλλοντα. ἀδύνατον δὲ ἦν πάντα μεταβάλλειν εἰς ἄλληλα μηδενὸς ἐν τοῖς μεταβάλλουσιν ἑνὸς καὶ τοῦ αὐτοῦ ἀμεταβλήτου ὑπομένοντος καὶ τῶν εἰδῶν, καθ' ἃ ἡ μεταβολὴ γίνεται, παρὰ μέρος ἕκαστον δεχομένου. ὃ δὲ λέγω, δι' ὑποδείγματος ποιήσω φανερόν. ἔστω τις χαλκοῦς ἀνδριὰς καὶ ἵππος εἰ βούλει καὶ κύων καὶ βοῦς καὶ ἁπλῶς εἰπεῖν ὅσα ἐκ χαλκοῦ γίνεσθαί ἐστιν δυνατόν. δῆλον δήπου παντί, ὡς τῶν εἰρημένων ἕκαστον εἰς ἅπαντα τὰ λοιπὰ μεταβάλλειν δύναται· ὁ γὰρ ἀνδριὰς ὁ χαλκοῦς μεταβάλλοι ἂν ὑπὸ τοῦ τεχνίτου μεταπλαττόμενος εἰς χαλκοῦν ἵππον καὶ κύνα καὶ τὰ λοιπά, ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον εἰς τὰ λοιπὰ πάντα μετασκευασθῆναι δύναται· οὐκ ἂν δέ ποτε μεταβάλλοι ὁ χαλκοῦς ἀνδριὰς εἰς ξύλινον ἵππον ἢ εἰς ἄλλο τι τῶν μὴ ὁμοΰλων, οἷον εἰς οἰκίαν ἢ ναῦν ἢ ἱμάτιον· τίνος ἕνεκα; ὅτι τοῖς μὲν προειρημένοις μία τις ἡ τοῦ χαλκοῦ ὕλη ὑπόκειται, τῷ δὲ χαλκῷ ἀνδριάντι καὶ

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
