# De aeternitate mundi 412

Joannes Philoponus, De aeternitate mundi, Page 412. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/412

ὑποκειμένην ὕλην ἑτέραν εἶναι πάντων τῶν φυσικῶν εἰδῶν, ὧν δεκτική ἐστιν, ἀνάγκη· ὃ δὲ παντὸς εἴδους ἐστὶν ἕτερον, τοῦτο ἀνείδεον εἶναι ἀνάγκη· ὥστε καὶ ἀνείδεον εἶναι τὴν κοινὴν πάντων ὕλην ἐκ τῶν εἰρημένων δέδεικται. δεῖ δὲ καὶ ἀμετάβλητον αὐτὴν εἶναι, ὡς εἴρηται, ἵνα ἔχῃ τὰ μεταβάλλοντα περὶ τὶ τὸ αὐτὸ μένον τὴν εἰς ἄλληλα μεταβολὴν ποιεῖσθαι· εἰ γὰρ μηδὲν ὑπέμενεν ἐν τῇ εἰς ἄλληλα τῶν σωμάτων μεταβολῇ ἀμετάβλητον, παντὸς τοῦ μεταβάλλοντος καθ' ὅλον αὐτὸ εἰς τὸ μὴ ὂν φθειρομένου οὐδὲν ἂν τῶν ὄντων εἰς ἕτερόν τι μετέβαλεν. οἱ μὲν οὖν λόγοι, δι' ὧν κατασκευάζουσιν μίαν τινὰ καὶ κοινὴν τοῖς φυσικοῖς σώμασιν ὕλην ὑποκεῖσθαι καὶ ταύτην ἀνείδεόν τε εἶναι καὶ ἀμετάβλητον, οὗτοί εἰσιν. γʹ. Τάχα δ' ἄν τις ἐξ αὐτῶν τούτων τῶν λόγων ὀρόμενος τὸ μὴ εἶναι τὴν πρώτην ὕλην ἀσώματόν τε καὶ ἀνείδεον ἀποδείξειεν. ἐν γὰρ τῇ τῶν σωμάτων εἰς ἄλληλα μεταβολῇ τὸ τριχῇ διαστατὸν ἀμετάβλητον ὑπομένον ὁρᾶται· τὸ γὰρ ὕδωρ εἰς ἀέρα μεταβάλλον οὐχ, ᾗ σῶμά ἐστιν, μεταβάλλει· μένει γὰρ τὸ τριχῇ διαστατὸν τὸ τῷ ὕδατι ὑποκείμενον, ᾗ τοιοῦτόν ἐστιν, ἀμετάβλητον καὶ μεταβάλλοντος εἰς ἀέρα τοῦ ὕδατος· οὔτε γὰρ ἐκ μὴ τριχῇ διαστατοῦ τὸ τριχῇ διαστατὸν ὁρῶμεν γινόμενον οὔτε ἐκ τριχῇ διαστατοῦ μὴ τριχῇ διαστατόν· οὔτε γὰρ σῶμά ποτε μεταβάλλον ἀσώματον γέγονεν οὔτ' αὖ πάλιν ἀσώματόν τι πρότερον ὂν γέγονεν σῶμα· ὥστε τὸ τριχῇ διαστατὸν καὶ ὅλως τὸ σῶμα, ᾗ σῶμά ἐστιν, ἀμετάβλητόν ἐστιν. εἰ μὲν οὖν

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
