# De aeternitate mundi 418

Joannes Philoponus, De aeternitate mundi, Page 418. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/418

βάλλῃ ὄγκον ἀὴρ γινόμενον, καθὸ μὲν ἐξ ὕδατος ἀὴρ γέγονεν, φθορὰ μέν ἐστιν ὕδατος, ἀέρος δὲ γένεσις, καθὸ δὲ οὔτε ἐξ ἀσωμάτου σῶμα γέγονεν οὔτε ἐκ σώματος ἀσώματον, ἀλλ' ὁ τοῦ σώματος λόγος ἀπαθὴς ἔμεινε καὶ πρὸ τῆς φθορᾶς τοῦ ὕδατος καὶ ἐν τῇ φθορᾷ καὶ μετὰ τὴν φθοράν, παντὶ δῆλον, ὡς τὸ σῶμα, ᾗ σῶμά ἐστιν, οὔτε ἔφθαρται οὔτε γέγονεν ἀλλὰ κατὰ μόνον τὸ ποσὸν μεταβέβληκεν ἐκ μικροῦ μεῖζον γενόμενον, ὥσπερ καὶ κατὰ τὸ ποιὸν ἐκ ψυχροῦ τε θερμὸν καὶ ἐκ βαρέος κοῦφον· πᾶσα γὰρ μεταβολὴ ἔκστασίς ἐστιν τοῦ, καθ' ὃ γίνεται· τὸ γὰρ λευκόν, εἰ καθὸ λευκόν ἐστιν μεταβάλοι, καὶ τοῦ εἶναι λευκὸν πάντως ἐξίσταται, καὶ τὸ ζῷον, εἰ καθὸ ζῷόν ἐστιν μεταβάλοι, ἐξίσταται τοῦ εἶναι ζῷον, καὶ ἐπὶ πάντων ὁ αὐτὸς λόγος· ἐκστατικὸν γάρ τι χρῆμα πᾶσα μεταβολὴ τυγχάνει ὂν τούτου, καθ' ὃ γίνεται. οὐκοῦν, εἰ καὶ τὸ σῶμα, καθὸ σῶμά ἐστιν, μεταβάλλει, ἐκσταίη ἂν τοῦ εἶναι σῶμα. ὥστε καὶ ἡ ἐκ μικροῦ εἰς μέγα μεταβολὴ ἢ ἔμπαλιν ἡ ἐκ μεγάλου εἰς μικρὸν εἰ σώματος, ᾗ σῶμά ἐστιν, μεταβολὴ ὑπῆρχεν, οὐκέτ' ἂν ἦν σῶμα τὸ ἐκ μικροῦ μέγα γιγνόμενον ἢ ἐκ μεγάλου μικρόν. ἀλλ' οὐδεμία μεταβολὴ ἐκ μὴ σώματος σῶμα ποιεῖ τὸ μεταβάλλον ἢ ἐκ σώματος οὐ σῶμα· οὐδεμίαν ἄρα μεταβολὴν ἐν τοῖς μεταβάλλουσιν ἡ τοῦ σώματος, ᾗ σῶμά ἐστιν, ὑπομένει οὐσία· εἰ γὰρ ὁρίζεται τὸ σῶμα ἐν τῷ τριχῇ εἶναι διαστατόν, μετέβαλλεν δὲ τὸ σῶμα, ᾗ σῶμά ἐστιν, μετέβαλλεν ἂν τὸ τριχῇ διαστατόν, ᾗ τοιοῦτόν ἐστιν· οὐκέτι οὖν τριχῇ

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
