# De aeternitate mundi 428

Joannes Philoponus, De aeternitate mundi, Page 428. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/428

εἶναι, τοῦτό που πάντως οὐδὲ τῶν ὄντων ἐστίν. ὥστε οὐ κωλύσει εἶναι πρώτην ὕλην τὸ τριχῇ διαστατὸν τὸ εἰδοπεποιῆσθαι αὐτὸ καὶ μὴ εἶναι ἀνείδεον· αὐτὸ γὰρ τὸ ἐναντίον ὁ λόγος ἔδειξεν, ὡς οὐδὲν ἐνδέχεταί τι τῶν ὄντων πάντῃ πάντων εἶναι ἀνείδεον. εἰδοπεποιημένον δὲ λέγοντες τὸ τριχῇ διαστατὸν οὐ σύνθετον αὐτό φαμεν ἀλλ' ἁπλούστατον· οὐ γὰρ ἐξ ὑποκειμένου καὶ εἴδους ἐστίν, ἀλλ' αὐτὸ ἁπλοῦς τίς ἐστιν ὄγκος ἐν τούτῳ αὐτῷ τὸ εἶναι ἔχον καὶ τοῖς λοιποῖς ἅπασιν ὑποκείμενον. ἀλλ' οὐδὲ τὸ τριχῇ διεστάναι συνθέσεώς τινα ἡμῖν παρέχει ἔννοιαν· εἰ μὲν γὰρ ἐξ ἐπιπέδων τὰ σώματα ὑπῆρχεν, ὡς δοκεῖ λέγειν Πλάτων, ἢ ὅλως ἐκ γραμμῶν, οὐκ ἂν ἦν ἁπλοῦν τὸ τριχῇ διαστατόν. εἰ δὲ τοῦτό ἐστιν ἀδύνατον, δέδεικται δέ, ὅτι οὐδὲ ἄλλο τι τῷ τριχῇ διαστατῷ ὑπόκειται, ἀλλ' αὐτό ἐστιν ὑποβάθρα πάντων, δῆλον ἄρα, ὡς ἁπλούστατόν ἐστιν καὶ ὕλη πάντων ἐξ οὐδενὸς τὴν σύνθεσιν εἰληφός. τούτων οὕτως ἐχόντων καὶ αὐθυποστάτου τοῦ τριχῇ ὄντος διαστατοῦ, μηδεμιᾶς δ' ἐπ' αὐτοῦ μεταβολῆς θεωρουμένης, οὐδεὶς ἄρα ἔστιν λόγος ὁ κατασκευάζειν δυνάμενος, ὡς ὕλη τις ἀσώματος τοῖς φυσικοῖς ὑπόκειται σώμασιν, ἀλλ' εἰς αὐτὸ ἀνάγκη τὰ φυσικὰ ἀναλύεσθαι τό, εἰς ὃ ἔσχατον, εἴτε ὑποκείμενόν τις πρῶτον εἴτε ὕλην αὐτὸ λαλεῖν βούλοιτο· οὐδὲν γὰρ περὶ τῶν ὀνομάτων φιλονεικήσωμεν. ηʹ. Οὐ μόνον δὲ ἀναπόδεικτον τοῖς εἰσηγησαμένοις τὴν περὶ τῆς ἀσωμάτου ὕλης ὑπόθεσιν εἶναί φημι τῶν λόγων, δι' ὧν εἶναι ἐδόκει, ἐληλεγμένων, ἀλλ'

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
