# De aeternitate mundi 429

Joannes Philoponus, De aeternitate mundi, Page 429. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/429

ἤδη καὶ ἄτοπα τῇ ὑποθέσει ταύτῃ καὶ ἀδύνατα πολλὰ ἕπεσθαι, ἐξ ὧν ὡς ψευδής ἐστιν ἀποδείκνυται. εἰ γὰρ περὶ ἀσώματον ὕλην ἡ μεταβολὴ τῶν πραγμάτων ἐγίνετο δυνάμει πάντα οὖσαν καὶ διὰ τοῦτο πεφυκυῖαν μίαν καὶ τὴν αὐτὴν ὑπομένουσαν εἰς πᾶν εἶδος μεταβάλλειν, περὶ αὐτὴν δηλονότι καὶ ἡ πρώτη μεταβολὴ τοῦ μεγάλου καὶ τοῦ μικροῦ ἐγίνετο ἄν, ὥσπερ ἀμέλει καὶ τοῖς ὑποθεμένοις τὴν ὕλην Πλάτωνί τε καὶ τοῖς λοιποῖς ἔδοξεν· εἰ γὰρ περὶ τὸ τριχῇ διαστατὸν ἡ τοῦ μεγάλου καὶ τοῦ μικροῦ μεταβολὴ γίνοιτο ἄν, αὐτὸ ἀμετάβλητον ὑπομένειν ἀνάγκη καὶ τοῦτο εἶναι τὸ πρῶτον ὑποκείμενον ἤτοι τὴν ὕλην, εἰς ὃ ἔσχατον τὰ φυσικὰ ἀναλύεται. εἰ οὖν μὴ τοῦτο εἶναι βούλωνται τὴν πρώτην ὕλην, ἀλλὰ καὶ τούτῳ τὴν ἀσώματον ὕλην ὑποκεῖσθαι, ἀνάγκη πᾶσα καὶ τὴν κατὰ τὸ μέγα καὶ τὸ μικρὸν πρωτίστην μεταβολὴν περὶ ταύτην γίνεσθαι. πότερον οὖν ἀδιάφορόν ἐστιν τῇ ᾡτινιοῦν σώματι ὑποκειμένῃ ἀσωμάτῳ ὕλῃ εἰς ὁπηλικονοῦν μέγεθος μικρόν τε καὶ μεῖζον μεταβάλλειν, ὡς τὴν τυχοῦσαν ὕλην τὸν ὁντιναοῦν ὄγκον δύνασθαι δέχεσθαι, ἢ οὐκ ἀδιάφορον; εἰ μὲν οὖν ἀδιάφορον, δύναιτο ἂν ἡ ὑποκειμένη τῷ κυαθιαίῳ ὕδατι ὕλη ἀσώματος μεταβάλλειν εἰς ὅλον τὸν τοῦ ἀέρος ὄγκον, ὁμοίως δὲ καὶ ἡ τῷ ἀέρι παντὶ ὑποκειμένη ὕλη μεταβάλλοι ἂν εἰς κύαθον ὕδατος· εἰ γὰρ ἀδιάφορον αὐτῇ διὰ τὸ ἀσώματον εἶναι καὶ δυνάμει πάντα τὸ εἰς ὁπηλικονοῦν μέγεθος μεταβάλλειν, τί μᾶλλον ἡ τῷ κυαθιαίῳ ὕδατι ὑποκειμένη ὕλη εἰς ξεστιαῖον εἰ τύχοι

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
