# De aeternitate mundi 436

Joannes Philoponus, De aeternitate mundi, Page 436. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/436

γίνεται μεγέθη, ὡς δέδεικται, ἀνάγκη ἄρα πᾶσα τὸ μεῖζον τοῦ τριχῇ διαστατοῦ μέρος ἐκτεινόμενον εἰς μεῖζον μέγεθος μεταβάλλειν ἤπερ τὸ ἔλαττον· καὶ ἐπειδὴ ἕκαστον εἶδος ἔν τινι ὡρισμένῳ μεγέθει ὑφίσταται, ὡς ἐν τῇ φυσικῇ δέδεικται, ἀνάγκη μηδὲ εἰς τὸ τυχὸν εἶδος τὸ τυχὸν μεταβάλλειν μέγεθος, ἐπεὶ μηδὲ εἰς μέγεθος τὸ τυχὸν προσθήκης χωρίς. εἰ τοίνυν τοῦ μὲν τριχῇ διαστατοῦ ὑποκειμένου ὄντος καὶ ὕλης εὔλογον τὸ μὴ εἰς τὸ τυχὸν μέγεθος τὴν ἔκτασιν καὶ συστολὴν τῶν σωμάτων γίνεσθαι, τῆς δὲ ὕλης ἀσωμάτου καὶ ἀνειδέου οὔσης ἐνδεχόμενόν ἐστιν εἰς ὁπηλικονοῦν μέγεθος τὸ τυχὸν μεταβάλλειν, τοῦτο δὲ ψεῦδός ἐστιν καὶ ἀδύνατον, οὐκ ἄρα περὶ ἀσώματόν τινα ὕλην καὶ ἀνείδεον καὶ ἡ συστολὴ τοῦ μεγέθους καὶ ἡ διαστολὴ γίνεται· ὥστε ψεῦδος τὸ ἀσώματον ὕλην ὑποκεῖσθαι τοῖς πράγμασιν. ἔτι εἰ ἀσώματός ἐστιν ἡ ὕλη καὶ ἀμεγέθης καὶ μία καὶ ἡ αὐτὴ πάντων καὶ οὐ πλείους ὗλαι, διῄρηται δὲ ἀπ' ἀλλήλων τὰ φυσικὰ σώματα, οἷον τὸ ὕδωρ ἀπὸ τοῦ πυρὸς καὶ ἄνθρωπος ἐξ ἀνθρώπου καὶ ἵππου καὶ ἁπλῶς εἰπεῖν ἕκαστον τῶν ἐν ὑπάρξει σωμάτων <ἀπὸ τῶν> λοιπῶν πάντων, πῶς ἡ ἀσώματος ὕλη καὶ ἀμεγέθης καὶ μία εἰς διάφορα μερίζεται καὶ ἄτομα; τὸ γὰρ ἀσώματον καὶ ἀμέγεθες ἀμερές ἐστιν ἐξ ἀνάγκης· οὐδὲ γὰρ ταὐτὸν συμβαίνειν ἐπὶ τῆς ὕλης ἐνδέχεται, ὅπερ φέρε εἰπεῖν ἐπὶ τῆς ποιότητος· ἀσώματος μὲν γὰρ καὶ

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
