# De aeternitate mundi 442

Joannes Philoponus, De aeternitate mundi, Page 442. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/442

φασιν. ὥστε ἀδύνατον ἄλλο τι τῇ ἀσωμάτῳ ὕλῃ ὑποκεῖσθαι· οὐδὲ γὰρ Ἕλλησι τοῦτο δοκεῖ. οὐκοῦν ἀδύνατον ἐνεργείᾳ ποτὲ τὴν ὕλην ἀσώματον οὖσαν μεταβάλλειν ἀπὸ χρόνου καὶ γενέσθαι σῶμα. εἰ δὲ μηδέποτε ἐνεργείᾳ ἦν ἀσώματος ἡ ὕλη, τὸν ἄπειρον χρόνον δυνάμει ἦν ἀσώματος, εἰ δὲ δυνάμει ἐστὶν ἀσώματος, ἐνεργείᾳ ἐστὶν σῶμα τὸν ἄπειρον χρόνον· τὸ γὰρ δυνάμει ἀσώματον εἰ μὴ ἐνεργείᾳ εἴη σῶμα, οὔτε ἀσώματον ἔσται οὔτε σῶμα· τοῦτο δὲ ἀδύνατον ἄρτι δέδεικται, εἴπερ ἀντίφασις μέν ἐστιν τὸ εἶναι σῶμα καὶ μὴ εἶναι σῶμα, τὴν δὲ ἀντίφασιν συναληθεύειν ἀδύνατον. εἰ δὲ ἐνεργείᾳ ἐστὶν σῶμα ἡ ὕλη τὸν ἄπειρον χρόνον, εἰ μὲν τὸ σῶμα ᾗ σῶμά ἐστιν ἀμετάβλητον ὑπάρχει, οὐχ ἕξουσι δεικνύειν, εἰ ὅλως δυνάμει ὂν ἀσώματον ἡ ὕλη τοῖς φυσικοῖς σώμασιν ὑπόκειται· δέδεικται γὰρ ἐν ἀρχῇ τοῦ προκειμένου λόγου, ὅτι ἀμεταβλήτου ὄντος τοῦ ἀποίου σώματος, τουτέστιν μήτε γινομένου μήτε φθειρομένου, αὐτὸ εἶναι τὸ ἔσχατον τῶν φυσικῶν ὑποκείμενον καὶ τὴν πρώτην ὕλην ἀνάγκη. εἰ δὲ καὶ αὐτὸ τὸ σῶμα ᾗ σῶμά ἐστιν μεταβάλλειν φήσουσιν, ἀνάγκη μήτε καθὸ ἀσώματός ἐστιν ἡ ὕλη ἀμετάβλητον αὐτὴν εἶναι, εἴπερ μὴ ἔμεινεν κατὰ τὸν ἴδιον τῆς φύσεως λόγον ἀσώματος, μήτε καθὸ σεσωμάτωται, εἴπερ καὶ τὸ σῶμα ᾗ σῶμά ἐστιν μεταβάλλει. ὥστε κατ' οὐδένα τρόπον ἡ ὕλη ἀμετάβλητός ἐστιν οὔτε ἔσται· οὔτε γάρ, ὅπερ ἐστὶν φύσει, τουτέστιν ἀσώματος, ἔμεινεν ἀμετάβλητος οὔτε ὃ γέ-

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
