# De aeternitate mundi 460

Joannes Philoponus, De aeternitate mundi, Page 460. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/460

τοῦτο αὐτοῦ Πλάτωνος ἐπὶ λέξεως ἀκούειν λέγοντος· ‘τὰ γὰρ τέτταρα’, φησίν, ‘γένη δι' ἀλλήλων εἰς ἄλληλα ἐφαίνετο πάντα γένεσιν ἔχειν, οὐκ ὀρθῶς φανταζόμενα· γίνεται μὲν γὰρ ἐκ τῶν τριγώνων ὧν προῃρήμεθα γένη τέτταρα, τρία μὲν ἐξ ἑνὸς ἀνίσους τὰς πλευρὰς ἔχοντος, τὸ δὲ τέταρτον ἓν μόνον ἐκ τοῦ ἰσοσκελοῦς τριγώνου ξυναρμοσθέν. οὔκουν δύναται πάντα εἰς ἄλληλα διαλυόμενα ἐκ πολλῶν μικρῶν ὀλίγα καὶ μεγάλα καὶ τοὐναντίον γίνεσθαι, τὰ δὲ τρία οἷόν τε· ἐκ γὰρ ἑνὸς ἅπαντα πεφυκότα λυθέντων τῶν μειζόνων πολλὰ σμικρὰ ἐκ τῶν αὐτῶν ξυστήσεται δεχόμενα τὰ προσήκοντα ἑαυτοῖς σχήματα’· καὶ μεθ' ἕτερα ‘γῆ μὲν ξυντυγχάνουσα πυρὶ διαλυθεῖσά τε ὑπὸ τῆς ὀξύτητος αὐτοῦ φέροιτο ἄν, εἴτε ἐν αὐτῷ πυρὶ λυθεῖσα εἴτε ἐν ἀέρος εἴτε ἐν ὕδατος ὄγκῳ τύχοι, μέχριπερ αὐτῆς πῃ ξυντυγχάνοντα τὰ μέρη πάλιν ξυναρμοσθέντα αὐτὰ αὑτοῖς γῆ γένοιτο· οὐ γὰρ εἰς ἄλλο εἶδος ἔλθοι ποτ' ἄν’. τρία, πῦρ ὕδωρ ἀήρ, εἰς ἄλληλα μεταβάλλειν δύναται. ὅτι μὲν οὖν μόνην τὴν γῆν τῶν τεσσάρων στοιχείων ἀμετάβλητον εἶναί φησιν εἰς τὰ λοιπὰ τῶν ἄλλων εἰς ἄλληλα μεταβαλλόντων, δῆλον γέγονεν ἐξ αὐτῆς τῆς Πλάτωνος λέξεως καὶ πᾶσίν ἐστιν γνώριμόν τε καὶ ὁμολογούμενον· ὅθεν οὐδὲ πλείονος ἡμῖν τῆς ἐπεξεργασίας ἐδέησεν. πάλιν δ' αὖ ὁ αὐτὸς Πλάτων τόν τε οὐρανὸν αὐτὸν καὶ τὰ τῶν ζῴων σώματα καὶ τῶν συνθέτων ἕκαστον ἐκ τῶν αὐτῶν τούτων

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
