# De aeternitate mundi 468

Joannes Philoponus, De aeternitate mundi, Page 468. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/468

ὡς καὶ αὐτῷ δοκεῖ, μήτε χωρὶς αἰτίας ὑφέστηκεν διὰ τὸ ἓν εἶναι τὸ πάντων αἴτιον καὶ τὴν ἀρχὴν μίαν, ἀλλ' ἔστιν καὶ αὐτῆς τῆς ὕλης ὁ θεὸς δημιουργός, ἐπεὶ καὶ τοῦ παντὸς κόσμου, μέρος δὲ τοῦ κόσμου ἢ στοιχεῖον ἡ ὕλη, δηλονότι καὶ ἡ ὕλη ὑπὸ θεοῦ γίνεται, εἰ καὶ μὴ ποτέ, ἀλλ' ἀεί (τοῦτο γὰρ τέως συγκεχωρήσθω)· τὸ γὰρ ποιοῦν τι καὶ δημιουργοῦν τι γινομένου πάντως καὶ δημιουργουμένου ποιητικόν ἐστιν. εἰ οὖν καὶ τὴν ὕλην ὁ θεὸς δημιουργεῖ, καὶ ἡ ὕλη που πάντως ὑπὸ θεοῦ γίνεται. οὐκοῦν, εἰ πᾶν ἁπλῶς τὸ γινόμενον ὕλης δεῖται, γίνεται δὲ καὶ ἡ ὕλη, καὶ ἡ ὕλη ἄρα δεήσεται ὕλης· κἀκείνη οὖν, εἰ ὑπὸ θεοῦ γίνοιτο, ἄλλης δεήσεται ὕλης· ἢ οὖν στησόμεθα εἴς τινα ὕλην, ἥτις οὐχ ὑπὸ θεοῦ γίνεται, οὐδὲ ἔστιν ταύτης τοῦ εἶναι αἴτιος ὁ θεὸς ἢ εἰς ἄπειρον ἥξομεν ὕλην ὕλης ἐπιζητοῦντες. εἰ οὖν ταῦτα ἄτοπα, οὐκ ἄρα πᾶν τὸ γινόμενον ὕλης δεῖται. τὰ αὐτὰ δ' ἂν εἴποιμεν καὶ περὶ τῆς λογικῆς ψυχῆς καὶ τῶν παραπλησίων πάντων· καὶ τούτων γάρ ἐστιν ὁ θεὸς δημιουργός, εἰ καὶ ἐξ ἀιδίου αὐτὰ παρήγαγεν· καὶ οὐ δήπουγε καὶ ἡ λογικὴ ψυχὴ γινομένη ὑπὸ θεοῦ ὕλης δεήσεται ἁπλῆ οὖσα καὶ ἄυλος. βʹ. Ἀλλὰ τὰ γινόμενα μέν, φησίν, μὴ ἀεὶ δὲ ὄντα ἀλλὰ ποτὲ ταῦτά φαμεν ὕλης δεῖσθαι, ἵνα γένηται· ἡ δὲ ὕλη καὶ ἡ ψυχὴ ἀιδία ἐστὶ καὶ οὐκ ἀπὸ χρόνου τὴν ἀρχὴν εἴληφεν τοῦ εἶναι. πρῶτον μὲν οὖν ἄδηλον, ἵνα τοσοῦτον νῦν εἴπω, εἰ μὴ ἀρχὴν τοῦ εἶναι τῶν εἰρημένων ἑκάτερον εἴληφεν· οὐδεὶς γὰρ

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
