# De aeternitate mundi 473

Joannes Philoponus, De aeternitate mundi, Page 473. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/473

δημιουργὸς ὁ θεὸς οὐδ' αὐτά, ἅπερ δημιουργεῖ, καθ' ὅλα αὐτὰ δημιουργεῖ, εἴπερ τό, ἐξ οὗ δημιουργεῖ τὸν κόσμον, οὐκ αὐτὸς ποιεῖ. εἰ δὲ κἀκεῖνο γίνεται, ἐξ ὄντος δηλονότι γίνεται, εἴπερ πᾶν τὸ γινόμενον ἐξ ὄντος γίνηται, κἀκεῖνο πάλιν ἐξ ἄλλου καὶ τοῦτο ἐπ' ἄπειρον. εἰ οὖν τοῦτο ἀδύνατον, οὐκ ἄρα ἐξ ὄντος γίνεται ὁ κόσμος. οὔτε ἄρα ἐξ ὕλης οὔτε ἁπλῶς ἐξ ὄντος πᾶν τὸ γιγνόμενον γίνεται, κἄν τε ἀεὶ καὶ κατὰ πάντα τὸν χρόνον γίνεται κἄν τε ποτέ. εʹ. Εἰ μὲν οὖν ἦν τις λόγος ὁ τὴν ὕλην ἀίδιον εἶναι κατασκευάζων, συγχωρεῖν ἦν ἀνάγκη καὶ τὸν κόσμον εἶναι ἀίδιον διὰ τὸ καὶ τὴν ὕλην εἰς τὸ κοσμεῖσθαι ἀεὶ εἶναι ἐπιτηδείαν ἀίδιον οὖσαν καὶ τὸν θεὸν ἀεὶ εἰς τὸ ποιεῖν αὐτάρκη, εἶναι δὲ καὶ τῶν πρός τι τήν τε ὕλην καὶ τὸ εἶδος καὶ διὰ τοῦτο συναναιρεῖσθαι καὶ συνυφίστασθαι ἀλλήλοις. εἰ δὲ μηδεὶς ἔστιν λόγος ὁ τὴν ὕλην ἀίδιον εἶναι κατασκευάζων τῶν δοκούντων κατασκευάζειν ἐληλεγμένων ἐν τοῖς ἔμπροσθεν, ἐνδέχεται δηλονότι καὶ τοῦ θεοῦ ἀεὶ ὡσαύτως ἔχοντος μὴ ἀεὶ εἶναι τὸν κόσμον οὐ παρὰ τὸ ἐλλιπὲς εἶναι τὸ ποιοῦν κατὰ τὴν δημιουργικὴν δύναμιν ἀλλὰ διὰ τὸ μὴ πεφυκέναι τὰ γινόμενα ἀεὶ εἶναι· οὐδὲν γὰρ τῶν γινομένων ὁρῶμεν ἅμα τῷ ποιητικῷ ἑαυτοῦ αἰτίῳ συνυφιστάμενον, ἀλλὰ πᾶν τὸ γινόμενον τοῦ ποιοῦντος ὑπάρχει ὕστερον. ὅτι δὲ οὐ διὰ τὴν τοῦ ποιοῦντος ἀδυναμίαν ἀλλὰ διὰ τὴν τῶν γινομένων φύσιν οὐκ ἔστιν ὁ κόσμος ἀίδιος, ἐν τῷ πρώτῳ λόγῳ ἱκανῶς δέδεικται καὶ ἔστιν τοῦτο ἐκ τῶν ἐκεῖσε εἰρημένων τὸν βουλόμενον ἀναλέξασθαι. εἰ οὖν

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
