# De aeternitate mundi 474

Joannes Philoponus, De aeternitate mundi, Page 474. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/474

τὸ ποτὲ μὲν ὂν ποτὲ δὲ μὴ ὂν ἢ διὰ τὸ ποιοῦν ἐλλιπὲς ὂν εἰς τὸ ποιεῖν ἢ διὰ τὸ <τὸ> γινόμενον μὴ ἀεὶ εἶναι δύνασθαι ἢ δι' ἀμφότερα οὐκ ἀεί ἐστιν, ὡς ἐν τούτοις καλῶς ὁ Πρόκλος εἴρηκεν, δέδεικται δὲ ἐν τῷ πρώτῳ λόγῳ, ὡς αὐτὴ ἡ τῶν γινομένων φύσις τὸ ἐξ ἀιδίου εἶναι οὐκ ἐπιδέχεται, δι' ἃς ἐν ἐκείνοις εἴπομεν αἰτίας, ἐνδέχεται ἄρα καὶ τοῦ θεοῦ ἀεὶ ὡσαύτως ἔχοντος μὴ ἀεὶ εἶναι τὸν κόσμον. ϛʹ. Μήποτε δὲ οὐδὲ ἀληθὲς ἐν τῷ καθόλου ἐστὶν τὸ ποτὲ μὲν ὂν ποτὲ δὲ μὴ ὂν ἢ διὰ τὸ ποιοῦν μὴ ὂν ἀεὶ αὔταρκες εἰς τὸ ποιεῖν ἢ διὰ τὴν ὕλην μὴ ἀεὶ εὐεργὸν οὖσαν ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι. ἐνδέχεται γὰρ οἶμαι καὶ τοῦ ποιοῦντος αὐτάρκους ὄντος εἰς τὸ ποιεῖν (λέγω δὲ εἰς τὸ ποιεῖν αὔταρκες ὅσον ἐπὶ τῇ δημιουργικῇ δυνάμει τε καὶ τέχνῃ) καὶ τῆς ὕλης κατὰ τὸν ἴδιον λόγον ἐπιτηδείας οὔσης εἰς τὸ γίνεσθαι ὅμως τὸ πεφυκὸς γίνεσθαι μὴ ἀεὶ εἶναι· τί γὰρ κωλύει καὶ τῶν λίθων ἐξεσμένων ὄντων (τοῦτο γάρ ἐστιν τὸ εὐεργὸν εἶναι τὴν τῆς οἰκίας) καὶ τῆς λοιπῆς ὕλης ἐπιτηδείας οὔσης εἰς οἴκου γένεσιν, ἔτι δὲ καὶ τοῦ οἰκοδόμου παρόντος τε καὶ αὐτάρκους ὄντος ὅσον ἐπὶ τῇ οἰκείᾳ τέχνῃ εἰς τὸ ποιῆσαι τὴν οἰκίαν ὅμως τὴν οἰκίαν μήτε γεγονέναι πω μήτε γίνεσθαι; ἔτι δὲ καὶ τοῦ κηροῦ ὄντος ἐπιτηδείου εἰς τὴν τῶν γραμμάτων ὑποδοχὴν καὶ τοῦ γραφέως ἱκανοῦ ὄντος εἰς τὸ γράφειν μήπω τὰ γράμματα γεγράφθαι ἄλλης τινὸς αἰτίας κωλυούσης τήν τε τῶν γραμ-

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
