# De aeternitate mundi 494

Joannes Philoponus, De aeternitate mundi, Page 494. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/494

τωνα συνέστηκεν, ἐν δὲ τοῖς στοιχείοις τὰ ἐναντία θεωρεῖται, θερμόν τε καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν καὶ αἱ λοιπαὶ ἐναντιώσεις, αἱ δὲ γενέσεις καὶ αἱ φθοραί, ὡς Πρόκλος ἐν τούτοις εἴρηκεν, τῶν ἐναντίων εἰσίν, γενητὸν ἄρα καὶ φθαρτὸν εἶναι κατὰ φύσιν τὸ οὐράνιον σῶμα ἐκ τῶν Πλατωνικῶν ἀρχῶν καὶ ἐκ τῶν παρὰ Πρόκλου δεδομένων ἀνάγκη, ὥσπερ οὖν καὶ ἐν τῷ ἕκτῳ λόγῳ τοῦτο δοκεῖν Πλάτωνι διὰ πλειόνων ἀπεδείξαμεν, εἰ καὶ διὰ τὴν τοῦ θεοῦ βούλησιν ἀδιάλυτον αὐτὸν μένειν ὑπέθετο ἐπισκευαστὴν τὴν ἀθανασίαν προσκτώμενον. ηʹ. Σκοπεῖν δὲ καὶ τὰ ἑξῆς τοῦ λόγου ἄξιον, πῶς ὑπὸ τῆς ἐναργείας ὁ Πρόκλος συνελαυνόμενος ὁμολογεῖ μὲν τὰ τοῦ κόσμου στοιχεῖα τοῖς μέρεσιν γίνεσθαί τε καὶ φθείρεσθαι, ἐν οἷς φησιν ‘εἰ δὲ καὶ ταῦτα τοῖς μέρεσιν γίνεταί τε καὶ φθείρεται’, εἶτα τὸ ἐξ ἀνάγκης ἀκολουθοῦν συναισθόμενος, ὅτι, οὗ τὰ μέρη γενητά ἐστιν καὶ φθαρτά, καὶ αὐτὸ γενητὸν εἶναι καὶ φθαρτὸν ἀνάγκη, βραχὺ προελθὼν τὴν ἑαυτοῦ θέσιν ἀνῄρηκε· φησὶ γὰρ ὅτι ‘τὰ ὁπωσοῦν γενόμενα καὶ φθειρόμενα ἀποτελέσματά ἐστιν τοῦ κόσμου καὶ οὐ μέρη τῶν ἐν αὐτῷ θεῶν δανειζομένων ἐκ τοῦ κόσμου μόρια ὡς ἀποδοθησόμενα πάλιν, ᾗ φησιν ἐκεῖνος’. εἰ οὖν τὰ ὁπωσοῦν γινόμενα καὶ φθειρόμενα οὐκ ἔστιν μέρη τοῦ κόσμου, οὐδ' ἄρα τὰ τῶν στοιχείων μέρη καὶ αὐτὰ τῶν γινομένων καὶ φθειρομένων ὄντα μέρη τοῦ κόσμου εἰσίν. εἰ δὲ τὰ τῶν στοιχείων μέρη γε-

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
