# De aeternitate mundi 495

Joannes Philoponus, De aeternitate mundi, Page 495. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/495

νητὰ ὄντα καὶ φθαρτὰ οὐκ ἔστιν μέρη τοῦ κόσμου, οὐδὲν δὲ ἔστιν μέρος στοιχείου, ὃ μὴ γενητόν ἐστιν καὶ φθαρτόν, οὐδὲν ἄρα στοιχείου μέρος τοῦ ὅλου κόσμου ἐστὶν μέρος. ἀλλὰ μὴν ὅλον ἕκαστον στοιχεῖον οὐδὲν ἕτερόν ἐστιν ἢ πάντα τὰ ἑαυτοῦ μέρη ἅμα ὄντα· οὐδ' ἄρα τὰ ὅλα στοιχεῖα μέρη τοῦ κόσμου εἰσίν. καίτοι καὶ αὐτὸς ὁ Πρόκλος ἐν τούτοις μέρη εἶναι τοῦ κόσμου τὰ στοιχεῖα παρὰ Πλάτωνος λαβὼν ὡμολόγησεν. εἰ οὖν τὰ στοιχεῖα μέρη τοῦ κόσμου εἰσίν, καὶ τὰ τῶν στοιχείων μέρη καὶ αὐτὰ τοῦ ὅλου κόσμου μόρια ὑπάρχει· ὥσπερ γὰρ ἡ ὅλη χεὶρ τοῦ ἀνθρώπου ἐστὶν μέρος, οὕτω δηλονότι καὶ τὸ τῆς χειρὸς μέρος ὁ δάκτυλος τοῦ ὅλου ἀνθρώπου ἐστὶν μέρος. ἀμέλει λείποντος δακτύλου ἑνὸς τὸ τοῦ ἀνθρώπου σῶμα κολοβὸν καὶ οὐχ ὅλον ἐστίν· καίτοι γε εἰ μὴ τὸ τοῦ μέρους μέρος καὶ τοῦ ὅλου μέρος ὑπῆρχεν, οὐκ ἂν λείποντος δακτύλου ἑνὸς ἐλλιπὲς τὸ ὅλον σῶμα ἐγίνετο. καὶ ἐπὶ τοῦ κόσμου ἄρα, εἴπερ μέρη τοῦ κόσμου εἰσὶν τὰ στοιχεῖα, καὶ τὰ τῶν στοιχείων ἄρα μέρη τοῦ ὅλου κόσμου ἐστὶν μέρη. καὶ ἄλλως· εἰ τῶν στοιχείων ἕκαστον ὑπὸ τῶν ἰδίων μερῶν συμπληροῦται, πάλιν δ' αὖ ὁ πᾶς κόσμος ὑπὸ τῶν ὅλων συμπληροῦται στοιχείων, τὰ ἄρα τῶν στοιχείων μέρη τὸν ὅλον συμπληροῖ κόσμον. τὰ δὲ ἑκάστου συμπληρωτικὰ μέρη αὐτοῦ ἐστιν. τὰ ἄρα τῶν στοιχείων μέρη τοῦ ὅλου κόσμου εἰσὶν μέρη· οὐ γὰρ μεγέθει τε καὶ σμικρότητι τὰ μέρη κρίνεται· ὡς γὰρ τῆς ὅλης οἰκίας μέρος ἐστὶν ἢ στοιχεῖον ὁ δεκάπηχος εἰ τύχοι λίθος, οὕτω καὶ ὁ ποδιαῖος μέρος ἐστὶν τῆς οἰκίας

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
