# De aeternitate mundi 50

Joannes Philoponus, De aeternitate mundi, Page 50. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/50

εἶναι τὸν κόσμον εὐθὺς ἀνέλῃ καθόλου τὸ καὶ τὸν θεὸν ἀεὶ δημιουργὸν εἶναι, συγχωρηθέντος δὲ τοῦ πρὶν δημιουργῆσαι κατὰ μηδένα τρόπον ἐνεργείᾳ εἶναι τὸν θεὸν δημιουργὸν ἀκολούθως εἰσαγάγῃ τὸ δυνάμει αὐτὸν εἶναι δημιουργὸν κατὰ τὸ πρότερον τοῦ δυνάμει σημαινόμενον. ἄκουε γοῦν, οἷα ἐπήγαγεν· ‘εἰ δὲ τὸ δημιουργούμενον’, φησίν, ‘μὴ κατ' ἐνέργειαν ᾖ, οὐδὲ τὸ δημιουργοῦν ἔσται κατ' ἐνέργειαν’. σκόπει πάλιν, πῶς ἀδιορίστως τῷ ἐνεργείᾳ χρῆται μὴ προστιθείς, ἐπὶ ποίου σημαινομένου τοῦ ἐνεργείᾳ τεθὲν ἀξίωμα ἀληθεύει. δῆλον δέ, ὡς ἐπὶ μὲν τοῦ δευτέρου ἐνεργείᾳ ἔστιν ἀληθές, ἐπὶ δὲ τοῦ προτέρου οὐκ ἔστιν· τῆς γὰρ οἰκίας μὴ οὔσης κατ' ἐνέργειαν οὐδὲν κωλύει τὸν οἰκοδόμον εἶναι κατ' ἐνέργειαν τὴν καθ' ἕξιν· οἰκοδόμος μὲν γὰρ ἔστιν ὁ τὴν ἕξιν ἔχων, κἂν μὴ οἰκοδομῇ, καὶ ἰατρὸς ὁμοίως, κἂν μὴ ἰατρεύῃ, οὔτε δὲ οἰκοδομεῖν δύναται κατ' ἐνέργειαν οὔτε ἰατρεύειν, εἰ μὴ πάντως καὶ τὸ οἰκοδομούμενον ἢ ἰατρευόμενον ὑπάρχῃ. ὅτι δὲ κατ' ἀλήθειαν τῇ ὁμωνυμίᾳ παρακρούσασθαι βουλόμενος οὐ προσδιωρίσατο τὰ διάφορα σημαινόμενα τοῦ τε δυνάμει καὶ τοῦ ἐνεργείᾳ, ἵν', ὡς εἶπον, λεγόντων ἡμῶν μὴ ἀεὶ εἶναι τὸν κόσμον εἰσαγάγῃ τὸ μηδ' ὅλως εἶναι τὸν θεὸν ἐνεργείᾳ δημιουργόν, πρὶν δημιουργῆσαι τὸν κόσμον, ἀλλὰ δυνάμει κατὰ τὸ πρότερον, δῆλον ἐξ ὧν ἐπήγαγεν· ‘εἰ γὰρ μὴ κατ' ἐνέργειαν’, φησίν, ‘δυνάμει ἔσται δημιουργικὸν

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
