# De aeternitate mundi 506

Joannes Philoponus, De aeternitate mundi, Page 506. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/506

πάντα· εἰ δὲ καὶ αὐτὰ τὰ μέρη τῶν <συνθέτων τὰ> στοιχεῖα γίνεταί τε καὶ φθείρεται (εἴπερ εἰς ἄλληλα μεταβάλλει καὶ ἐξ ὕδατος φθειρομένου ἀὴρ γίνεται καὶ ἐξ ἀέρος πῦρ ὕδωρ καὶ ἐκ πάντων πάντα), δηλονότι καὶ τὰ τῶν στοιχείων μέρη γίνεταί τε καὶ φθείρεται. εἰ οὖν τὰ τῶν στοιχείων μέρη γενητὰ ὄντα καὶ φθαρτὰ καὶ τοῦ ὅλου κόσμου ἐστὶν μόρια, ὡς Πλάτων τε καὶ Πρόκλος φησίν, οὐκ ἄρα τὰ ὁπωσοῦν γινόμενα καὶ φθειρόμενα ἀποτελέσματά ἐστιν τοῦ κόσμου καὶ οὐ μέρη· τὸ γὰρ μόριον τοῦ μέρους ἐπὶ τῶν ὁμοιομερῶν μάλιστα τῷ ποσῷ μόνῳ καὶ οὐ τῷ εἴδει διενήνοχεν. οὐδεὶς δ' ἂν οἶμαι νοῦν ἔχων τῷ ποσῷ τὸ εἶναι τόδε τοῦδε μέρος ἢ μὴ εἶναι κρίνειεν· εἰ γὰρ τῆς θύρας μέρος ἐστὶν ἥδε ἡ σανίς, καὶ τὸ τῆς σανίδος ἄρα μέρος τῆς θύρας ἐστὶν μέρος· τὸ γὰρ μικρὸν ξύλον τῷ μεγίστῳ ἐστὶν ὁμοειδές, ᾗ ξύλον ἐστίν. ὁμοιομερῆ δὲ καὶ τὰ στοιχεῖα εἶναι ὡμολόγηται· ὁ γὰρ μερικὸς ἀὴρ τοῦ ὅλου ἀέρος κατ' αὐτὴν τὴν τοῦ ἀέρος φύσιν τῷ ποσῷ μόνον καὶ οὐ τῇ οὐσίᾳ διενήνοχεν, ὁμοίως καὶ τὸ στοιχειῶδες πῦρ τῷ μέρει τὸ ὅλον τῆς αὐτῆς κεκοινώνηκε φύσεως τῆς ἐπισυμβαινούσης ἔξωθεν τοῖς στοιχείοις ποιότητος ἐκ τῆς ἀλλήλων ἐπιμιξίας οὐκ εἰς τὸν τῆς οὐσίας αὐτῶν ἀναφερομένης λόγον· κἂν γὰρ ἄλλη ἄλλῳ ὕδατι ποιότης ἐπιμίγνυται (τὰ μὲν γὰρ αὐτῶν ἐστιν γλυκέα, τὰ δὲ πικρά, τὰ δὲ ἁλμυρά), ἀλλ' ἔξωθεν ταῦτα ἐκ τῆς

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
