# De aeternitate mundi 511

Joannes Philoponus, De aeternitate mundi, Page 511. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/511

ἀτελεῖ γὰρ ἐοικὸς οὐδέν ποτε ἂν γένοιτο καλόν· οὗ δέ ἐστιν τὰ ἄλλα ζῷα καθ' ἓν καὶ κατὰ γένη μόρια, τούτῳ πάντων ὁμοιότατον αὐτὸν εἶναι τιθῶμεν· τὰ γὰρ δὴ νοητὰ ζῷα ἐκεῖνο ἐν ἑαυτῷ περιλαβὸν ἔχει, καθάπερ ὅδε ὁ κόσμος <ἡμᾶς> ὅσα τε ἄλλα θρέμματα ξυνέστηκεν ὁρατά· τῷ γὰρ τῶν νοουμένων καλλίστῳ καὶ κατὰ πάντα τελείῳ μάλιστα αὐτὸν ὁ θεὸς ὁμοιῶσαι βουληθεὶς ζῷον ἓν ὁρατὸν ὅσα αὐτοῦ πάντα κατὰ φύσιν ξυγγενῆ ζῷα ἐντὸς αὑτοῦ ἔχον ξυνέστησεν’. εἰ, καθάπερ τὸ τοῦ κόσμου παράδειγμα πάντα τὰ νοητὰ ζῷα ἐν αὑτῷ περιλαβὸν ἔχει, οὕτω καὶ ὁ κόσμος ἡμᾶς περιέχει καὶ ὅσα ἄλλα θρέμματα ξυνέστηκεν ὁρατά, τὰ δὲ νοητὰ ζῷα καθ' ἓν καὶ κατὰ γένη μόριά ἐστιν ἐκείνου τοῦ ζῴου, πρὸς ὃ παράδειγμα ὁ κόσμος γέγονεν, καὶ ἡμεῖς ἄρα καὶ τὰ λοιπὰ ὁρατὰ καθ' ἓν καὶ κατὰ γένη μέρη ἐστὶν κατὰ Πλάτωνα τοῦ περιέχοντος ἡμᾶς κόσμου· εἰ γάρ, ὡς ἔχει τὸ ὅλον παράδειγμα πρὸς τὴν ὅλην εἰκόνα, τουτέστιν τὸν κόσμον, οὕτως ἔχει καὶ τὰ ὑπὸ τοῦ παραδείγματος περιεχόμενα νοητὰ ζῷα πρὸς τὰ ὑπὸ τῆς εἰκόνος περιεχόμενα αἰσθητὰ ζῷα, καὶ ἐναλλὰξ ἄρα, ὡς ἔχει τὰ ὑπὸ τοῦ παραδείγματος περιεχόμενα νοητὰ ζῷα πρὸς αὐτό, οὕτως ἔχει καὶ τὰ ὑπὸ τοῦ κόσμου περιεχόμενα αἰσθητὰ ζῷα πρὸς αὐτόν. εἰ οὖν τὰ ὑπὸ τοῦ παραδείγματος περιεχόμενα νοητὰ ζῷα μέρη αὐτοῦ ἐστιν καθ' ἓν καὶ κατὰ γένη, καὶ τὰ ὑπὸ τῆς εἰκόνος ἄρα, λέγω δὴ τοῦ κόσμου, περιεχόμενα ζῷα μέρη

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
