# De aeternitate mundi 523

Joannes Philoponus, De aeternitate mundi, Page 523. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/523

γέγονεν· ἐν γὰρ τῷ πολλάκις μνημονευθέντι λόγῳ, ὃς ἐπιγέγραπται ‘ἐπίσκεψις τῶν πρὸς Πλάτωνος Τίμαιον ὑπ' Ἀριστοτέλους ἀντειρημένων’, πολύς ἐστιν τῇ Πλάτωνος παριστάμενος δόξῃ καὶ κατασκευάζων, ὡς οὐ ξένη τις τῶν τῇδε στοιχείων ἡ τοῦ οὐρανοῦ φύσις ἐστίν, ὡς Ἀριστοτέλης φησίν, ἀλλ' ἐκ τούτων κἀκεῖνος συνέστηκε. παραθήσομαι δὲ καὶ ἐντεῦθεν ἐκ πολλῶν ὀλίγας μαρτυρίας, ἐξ ὧν ἔστιν ἰδεῖν, ὡς οὐδ' ἑαυτῷ συμφώνως τὰ περὶ τῆς Πλάτωνος δόξης ἐν τοῖς προκειμένοις ὁ Πρόκλος διωρίσατο· φησὶν γὰρ ἐν τῷ μνημονευθέντι λόγῳ ἐπὶ λέξεως ταῦτα ‘οὐ γὰρ καυστικὸν τὸ οὐράνιον πῦρ ἀλλ' ὡς ἂν ἔγωγε φαίην ζωοποιόν, ὡς καὶ τὸ ἐν ἡμῖν ἔμφυτον θερμόν. καὶ αὐτὸς ἐν τοῖς περὶ γενέσεως ζῴων εἶναί φησίν τινα ἔλλαμψιν, ἧς παρούσης ζῆν τῶν θνητῶν ἕκαστον. ὁ μὲν οὖν ὅλος οὐρανὸς ἐκ τοῦ τοιούτου πυρός ἐστιν, τὰ δὲ ἄστρα πλεῖστον μὲν ἔχει τοῦτο τὸ στοιχεῖον, ἔχει δὲ καὶ τῶν ἄλλων τὰς ἀκρότητας’· καὶ μετ' ὀλίγα ‘καὶ μὴν καὶ εἰ τοῦτο ἐννοήσαιμεν, ὅτι γῆ μὲν ἐπισκοτεῖ πᾶσιν τοῖς φωτίζουσιν καὶ σκιὰν ἀποτελεῖ, τὰ δὲ μέσα γῆς καὶ πυρὸς διαφανῆ κατὰ τὴν αὑτῶν φύσιν δεκτικά ἐστιν ἀμφοτέρων, σκότους καὶ φωτός, καὶ οὐδετέρου τούτων αἴτια τοῖς σώμασιν, μόνον δὲ τὸ πῦρ παρεκτικὸν φωτός, ὡς ἡ γῆ σκότους, πλεῖστον ἀλλήλων ἀπέχοντα, μάθοιμεν ἄν, ὅπως καὶ τὰ ἐν οὐρανῷ πύρια τὴν φύσιν ἐστίν· ὅτι μὲν γὰρ φωτίζει, καθάπερ τὸ τῇδε πῦρ, δῆλον· εἰ δὲ ἀμφοτέρων τοῦτο

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
