# De aeternitate mundi 527

Joannes Philoponus, De aeternitate mundi, Page 527. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/527

μάλιστα τὰ ἀμείνω ἐκλέγεται ἡ φύσις. πολλὰς μὲν οὖν καὶ ἄλλας ἐνῆν μαρτυρίας παραθέσθαι τὴν προκειμένην δόξαν πιστούμενον Πλάτωνος· τὸν γὰρ αὐτοῦ Πλάτωνος μαθητὴν Ἀριστοτέλην ὡς ὡμολογημένον παρ' ἡμῖν ταῦτά τε προσμαρτυροῦντα καὶ ἐγκαλοῦντα δι' αὐτό γε τοῦτο Πλάτωνι· δοκεῖ γὰρ πρῶτος πάντων Ἀριστοτέλης τὴν περὶ τοῦ πέμπτου σώματος δόξαν εἰσηγήσασθαι· ἀλλ' οἶμαι τοῖς εὐγνώμοσιν εἰς πειθὼ τελείαν αὐτάρκη καὶ τὰ εἰρημένα, ἵνα μὴ τῆς χρείας πλέον τὸν περὶ τούτου λόγον ἐκτείνωμεν. ϛιʹ. Ὅτι δὲ οὐ μόνον ἐκ τῶν τεσσάρων στοιχείων τὸ οὐράνιον οἴεται σῶμα συνεστάναι ὁ Πλάτων ἀλλὰ καὶ ταῖς συνεγνωσμέναις ἡμῖν ποιότησι τὰ ἐκεῖ στοιχεῖα χαρακτηρίζει, θερμότητί φημι καὶ ψύξει ὑγρότητι καὶ ξηρότητι κουφότητί τε καὶ βαρύτητι, ὡς μηδὲν κατ' οὐσίαν τῶν παρ' ἡμῖν διαφέρειν πλὴν ὅσον λεπτότητί τε καὶ καθαρότητι, αὐτὸς πάλιν ὁ Πλάτων σαφῶς ἐν τῷ Τιμαίῳ γέγραφεν οὕτως ‘ἔκ τε γὰρ δὴ τούτων καὶ τῶν τοιούτων καὶ τῶν ἀριθμῷ τεττάρων τὸ τοῦ κόσμου σῶμα ἐγενήθη δι' ἀναλογίας ὁμολογῆσαν φιλίαν τε ἔσχεν ἐκ τούτων, ὥστε εἰς τὸ αὐτὸ αὑτῷ ξυνελθὸν ἄλυτον ὑπὸ τῶν ἄλλων πλὴν ὑπὸ τοῦ ξυνδήσαντος γενέσθαι. τῶν δὲ δὴ τεττάρων ἓν ὅλον εἴληφεν ἡ τοῦ κόσμου ξύστασις· ἐκ γὰρ πυρὸς παντὸς ὕδατός τε καὶ ἀέρος καὶ γῆς ξυνέστησεν αὐτὸν ὁ ξυνιστὰς μέρος οὐδὲν οὐδενὸς οὐδὲ δύναμιν ἔξωθεν ὑπο-

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
