# De aeternitate mundi 533

Joannes Philoponus, De aeternitate mundi, Page 533. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/533

λέγειν ἢ πέρας ἔχοντας, τὸ μὲν ἀπείρους ἡγήσαιτο ἄν τις ὄντως ἀπείρου τινὸς εἶναι δόγμα, ὧν ἔμπειρον χρεὼν εἶναι, πότερον δὲ ἕνα ἢ πέντε αὐτοὺς ἀληθείᾳ πεφυκότας λέγειν ποτὲ προσήκει, μᾶλλον ἂν ταύτῃ εἰκότως διαπορήσαι. τὸ μὲν οὖν δὴ παρ' ἡμῶν ἕνα αὐτὸν κατὰ τὸν εἰκότα λόγον πεφυκότα μηνύει θεόν, ἄλλος δ' εἰς ἄλλα πῃ βλέψας ἕτερα δοξάσει’. ὅτι μὲν οὐκ εἰς τὰ οὐράνια τῷ δωδεκαέδρῳ σχήματι τὸν θεὸν ὁ Πλάτων φησὶν καταχρήσασθαι ἀλλ' εἰς τὸ πᾶν, δῆλον ἐκ τῶν αὐτοῦ λέξεων γέγονεν. ὁ δὲ οὐρανὸς οὐκ ἔστιν τὸ πᾶν ἀλλὰ τοῦ παντὸς μέρος. καὶ ἐκ τῶν φθασάντων ἐναργῶς δέδεικται, ὡς σύνθετον ἐκ τῶν τεσσάρων στοιχείων τὸν οὐρανὸν εἶναι ὁ Πλάτων βούλεται καὶ οὐχὶ τῶν τεσσάρων ἕτερον. τὴν δὲ τῶν προκειμένων ῥητῶν τοῦ Πλάτωνος ἀκριβεστέραν ἐξήγησιν, ὅτῳ φίλον, καὶ παρὰ τῶν προυπομνηματισαμένων λαβεῖν ἔξεστιν· καὶ ἡμεῖς δὲ συντόμως τὴν ἐκείνων εἰς τὰ προκείμενα διάνοιαν ἐκθησόμεθα. καὶ γὰρ ἐξ αὐτῆς τῆς Πλάτωνος λέξεως παντὶ δῆλόν ἐστιν, τί ποτε αὐτῷ βούλεται ἡ τῶν πέντε σχημάτων συμβολικὴ διδασκαλία, ὅτι οὐ πρὸς ἔνδειξιν τοῦ ἐκ πέντε σωμάτων ἁπλῶν τόδε τὸ πᾶν συνεστάναι, ὡς οἱ περὶ Ἀριστοτέλην ὑπέθεντο· ἔφθη γὰρ εἰπὼν ἤδη Πλάτων περὶ τῶν τεσσάρων στοιχείων διαλεγόμενος ὅτι ‘οὐδενὶ συγχωρησόμεθα καλλίω τούτων ὁρώμενα σώματα εἶναί που κατὰ ἓν γένος ἕκαστον ὄν’, ἀλλ' ἐπεὶ πολλὴ γέγονεν τοῖς ἀρχαιοτέροις ἡ ζήτησις, πότερον εἷς ἐστιν κόσμος ἢ πλείονες ἢ

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
