# De aeternitate mundi 546

Joannes Philoponus, De aeternitate mundi, Page 546. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/546

νέναι τὸν κόσμον ἀπό τινος ἀρχῆς ἀρξάμενον πρὶν γενέσθαι οὐκ ὄντα εἴρηκεν ἐκεῖνος. γʹ. Ἀλλ' οὐδὲ ἄντικρυς τοῦτο ἔστιν λαβεῖν, ὡς τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον τὴν ὕλην ὁ Πλάτων ἔλεγεν τὴν τὰ ἴχνη τῶν εἰδῶν δεξαμένην. ὁ γοῦν Πορφύριος ἐν τοῖς εἰς τὸν Τίμαιον ὑπομνήμασιν αὐτὸ δὴ τοῦτο τοῦ Τιμαίου τὸ μέρος ἐξηγούμενος οὐ τὴν ὕλην φησὶν μετὰ τῶν ἰχνῶν τὸ πλημμελῶς εἶναι καὶ ἀτάκτως κινούμενον, ὡς ἐν τούτοις ὁ Πρόκλος φησίν, ἀλλὰ τὰ ἤδη ἐξ ὕλης καὶ εἴδους γενόμενα σώματα, ἐξ ὧν ὁ κόσμος συνέστηκεν· οὐ γὰρ εἶναι κόσμου ἀρχὰς ὕλην καὶ εἶδος, ἀλλὰ ταῦτα μὲν σώματος εἶναι ἀρχάς (ἐξ ὕλης γὰρ καὶ εἴδους τὰ σώματα), κόσμου δὲ ἀρχὰς τὰ ἐξ ὕλης καὶ εἴδους συστάντα σώματα· ἅπερ εἴ τις αὐτὰ καθ' αὑτὰ τοῦ τάξαντος χωρὶς ἐπινοήσειεν, ἐν κινήσει μὲν αὐτὰ πάντως θεάσεται διὰ τὸ φυσικὰ εἶναι σώματα, τὴν δὲ φύσιν κινήσεως εἶναι καὶ ἠρεμίας ἀρχήν, ἐν πλημμελεῖ δὲ πάντως καὶ ἀτάκτῳ κινήσει διὰ τὸ τὴν ἐμμελῆ καὶ εὔτακτον κίνησιν θεόθεν αὐτοῖς ἐπιγίνεσθαι· εἰ γὰρ γενόμενα μὲν καὶ ὑποστάντα θεωρηθείη, μὴ ταχθέντα δὲ καὶ τὴν προσήκουσαν θέσιν καὶ πρὸς ἄλληλα σχέσιν ἀπειληφότα, τί λείπεται ἢ ἄτακτον καὶ πλημμελῆ κίνησιν αὐτὰ κινεῖσθαι, ὡς πλοῖον τοῦ κυβερνοῦντος καὶ ἅρμα τοῦ ἡνιοχοῦντος ἐστερημένον; ‘ὅτι δέ’, φησὶν ὁ Πορφύριος, ‘τὰ σώματα λέγει Πλάτων καὶ οὐ τὴν ὕλην τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον, τεκμήριον τὸ ὁρατὸν εἶναι λέγειν τὸ πλημμελῶς καὶ ἀτάκτως κινού-

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
