# De aeternitate mundi 555

Joannes Philoponus, De aeternitate mundi, Page 555. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/555

ἄπειρον χρόνον ἐφ' ἑκάτερα ὂν ἢ τὸ κατὰ θάτερα μὲν ἀρχὴν ἔχον κατὰ θάτερα δὲ τελευτήν’. ὅρα γάρ, πῶς προχείρως λαμβάνει τὸ εἶναι τὸν χρόνον ἐπ' ἀμφότερα ἄπειρον. καίτοι, εἰ μὴ τὰ αὐτῷ δοκοῦντα Πλάτωνι δὲ μᾶλλον κατασκευάζειν ἠβούλετο, ὥσπερ ἔλαβεν ἀπὸ Πλάτωνος τὸ δεῖν ὅμοιον εἶναι τὸν κόσμον τῷ παραδείγματι, οὕτως ἔδει δεῖξαι, εἰ καὶ τὸν χρόνον ἄπειρον ἐφ' ἑκάτερα εἶναι ὁ Πλάτων ἠβούλετο, ἵν' οὕτω λοιπὸν ἐκ τῶν αὐτοῦ Πλάτωνος συναγάγῃ προτάσεων, ὅτι, εἰ ταύτῃ ὡμοίωται τῷ παραδείγματι ὁ κόσμος τῷ ἐν παντὶ τῷ χρόνῳ εἶναι, ὡς ἐκεῖνο τὸν πάντα αἰῶνά ἐστιν, ὁ δὲ χρόνος ἐφ' ἑκάτερα ἄπειρος κατὰ Πλάτωνα, ἀνάγκη καὶ τὸν κόσμον ἐφ' ἑκάτερα τῇ ἀπειρίᾳ τοῦ χρόνου συμπαρατείνεσθαι· νῦν δὲ παρὰ Πλάτωνος τοῦτο δεικνύειν οὐκ ἔχων αὐτὸς οἴκοθεν ἔλαβεν ἀναποδείκτως, ὅτι ἄπειρός ἐστιν ἐφ' ἑκάτερα ὁ χρόνος. ὅτι δὲ οὐκ εἶναι ἄπειρον ἐφ' ἑκάτερα τὸν χρόνον ὁ Πλάτων ᾤετο, ἐξ αὐτῶν δῆλον, ὧν αὐτὸς ἡμῖν Πλάτων περὶ τοῦ χρόνου πεφυσιολόγηκεν· ‘χρόνος’ γάρ, φησίν, ‘μετ' οὐρανοῦ γέγονεν, ἵν' ἅμα γενηθέντες ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις αὐτῶν γένηται’ καὶ πάλιν ‘ἡμέρας γὰρ καὶ νύκτας καὶ ἐνιαυτοὺς οὐκ ὄντας πρὶν οὐρανὸν γενέσθαι τότε ἅμα ἐκείνῳ συνισταμένῳ τὴν γένεσιν αὐτῶν μηχανᾶται’. εἰ οὖν ἅμα οὐρανῷ γέγονεν ὁ χρόνος καὶ πρὶν γενέσθαι οὐκ ἦν, τὸν δὲ οὐρανὸν γεγονέναι μέν φησιν ἀπ' ἀρχῆς τινος ἀρξάμενον καὶ μὴ εἶναι πρὶν

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
